Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Περὶ δὲ πολλῶν ἀρχῶν ἐπειδήπερ πολλάκις κατὰ τῶν οὕτως λεγόντων πολλὰ εἶπον. ἐνταῦθα οὐ πολλὴν ποιοῦμαι τὴν περὶ τούτου διαλογήν, ἀλλ’ ὡς ἐν <παρεκβάσει> ὑπομνήσομαι τοῦ ἁγίου ἀποστόλου φάσκοντος ὅτι »ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ«.

πῶς οὖν πολυθεΐα ἔσται καὶ πολλαὶ ἀρχαί, εἰ »εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ«; ἄρα οὖν εἷς ἐστιν ὁ ποιητὴς καὶ οὐ πολλοὶ θεοὶ οὔτε πολλοὶ αἰῶνες.

ἔφη γὰρ εἷς »εἴπερ εἰσὶ πολλοὶ θεοὶ λεγόμενοι«. τὸ δέ »λεγόμενοι« ὡς <περὶ> οὐχ ὑπαρχόντων ἀπεφήνατο· διὰ δὲ τοὺς τῶν Ἑλλήνων λεγομένους, οὓς ἐθεοποίησαν, ἥλιόν τε καὶ σελήνην, ἄστρα τε καὶ τὰ τούτοις ὅμοια, ἀποφηνάμενος ἀπέκλεισε πάντων τῶν πεπλανημένων τὴν διάνοιαν.

Τῆς δὲ ὑγιοῦς πίστεως πανταχόθεν σῳζομένης, ἑδραιώμα<τος> οὔσης καὶ σωτηρίας τῶν πιστῶν, ῥᾳδίως ἡ παςῶν τῶν αἱρέσεων ἐπινενοημένη κενολεξία προσανετράπη. ὡς καὶ οὗτος ἀνατραπεὶς καὶ ἐλεεινὸν ἑαυτὸν καταστήσας καὶ ἑαυτὸν ἀποξενώσας τῆς ζωῆς.

φηςὶ γὰρ ὁ προφήτης πρὸς τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ὅτι »θήσομαι ἄνθρακα τὸν λίθον σου καὶ τοὺς θεμελίους σου σάπφειρον καὶ τὰ τείχη σου λίθους ἐκλεκτοὺς καὶ τὰς ἐπάλξεις σου ἴασπιν«. εἶτα ὕστερόν φησι »πᾶσα φωνὴ ἣ ἐπαναστήσεται ἐπὶ σέ. πάντας αὐτοὺς ἡττήσεις, ἐπὶ [*](1 Matth. 25, 46 –2 ff vgl. Panarion haer. 19, 3, 1; I 199, 15 ff – 3 Gen. 4, 10 –5 vgl. Lev. 17, 14–9 ff vgl., haer. 25, 6, 2 ff; I 273, 15 ff – 12 I Kor. S, 6 –26 Jes. 54, 11 f – 28 Jes. 54, 17) [*](M U) [*](1 καὶ <U 2 μὲν <U | αἰώνιον 2 <U 5 ἀλλὰ M 7 ἐκ <U 10 εἶπον Pet.] εἰπόντες M U 11 ἀλλὰ M | ἐν <παρεκβάσει> ὑπομνήσομαι *] ἐν ὑπομνήσει M U 13 δι’ οὗ] δι’ ὃν καὶ δι’ οὖ M 15 δι’ ὃν τὰ πάντα καὶ δι’ οὖ τὰ πάντα U 16 οὐ] οὔτε U 17 θεοὶ <M | τὸν δὲ λεγόμενον M 18 <περὶ> * |ὑπάρχοντα M 19 τε 1 <U 24 κενολογία U | πρὸς ἀνατρπὴν M | ἀνατραπεὶς + <εὑρίσκεται> ? *)

343
δὲ σὲ οὐ κατευοδωθήσεται«.

οὐδὲν γὰρ κατισχύσει πρὸς τὴν τῆς ἀληθείας πίστιν. ἐπειδήπερ »ἐπὶ τὴν πέτραν ᾠκοδόμηται, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς«, ὡς ἐπηγγείλατο αὐτῇ ὁ ἅγιος θεὸς Λόγος, ὁ βασιλεὺς αὐτῆς καὶ νυμφίος καὶ κύριος αὐτῆς καὶ δεσπότης, ᾧ δόξα, τιμὴ καὶ κράτος πατρὶ ἐν υἱῷ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Ταύτης δὲ καὶ αὐτῆς καταπατηθείσης τῆς αἱρέσεως, * ὡς ἀπὸ τομῆς ὄφεως οὖσα κεφαλὴ καὶ ἔτι σκαρίζουσα, τῷ ξύλῳ τῆς ζωῆς παισθεῖσα, αὐτοὶ <δὲ> θεῷ εὐχαριστοῦντες ἐπὶ τὰς ἄλλας πάλιν διασκοποῦντες ἴωμεν, ἀγαπητοί.

[*](D 532)

Ετερος δὲ πάλιν μετὰ τοῦτον Νόητος ὀνόματι ἀνέστη, οὐ πρὸ ἐτῶν πλειόνων, ἀλλ᾿ ὡς ἀπὸ χρόνου ἐτῶν τούτων ἑκατὸν τριάκοντα πλείω ἐλάσσω, Ἀσιανὸς τῆς Ἐφέσου πόλεως ὑπάρχων·

ὃς ἀλλοτρίῳ πνεύματι φερόμενος ἠθέλησεν ἀφ᾿ ἑαυτοῦ ἃ μήτε προφῆται <ἐκήρυξαν> μήτε ἀπόστολοι μήτε ἐξ ὑπαρχῆς κατέσχεν ἡ ἐκκλησία μήτε ἐνενοήθη λέγειν τε καὶ διδάσκειν, αὐτὸς ἀφ᾿ ἑαυτοῦ ἐπάρματι [*](2 Matth. 16, 18 – 11 ff vgl. insbes. Hippolyt c. Noët. S. 43 ff Lagarde, daneben Hippolyt refut. IX 2. 7–10 X 27; S. 239, 24f 240, 16ff 283, 1ff Wendland (Theodoret haer. fab. III 3) Filastrius haer. 53; S. 28, 4ff Marx – 12f οὐ πρὸ ἐτῶν πλειόνων] vgl. Hippolyt c. Noët. 1; S. 43, 11 Lagarde οὐ πρὸ πολλοῦ χρόνου γενόμενος. Da diese Angabe somit aus Hippolyt stammt, so sind die 130 Jahre nur eine Schätzung des Epiph., der darin den Abstand zwischen seiner Zeit und der Hippolyts ermißt – 14 anders Hippolyt c. Noët. 1; S. 43, 11 Lagarde τὸ μὲν γένος ἦν Σμυρναῖος ebenso refut. IX 7, 1; S. 240, 16 Wendland X 27, 1; S. 283, 1 u. Epiph. selbst oben Anaceph. S. 213, 3 ἀπὸ Σμύρνης – 14 ff vgl. Hippolyt c. Noët. 1; S. 43, 12 ff Lagarde οὗτος φυσιωθεὶς εἰς ἐπηρμένον ἤχθη, οἰήσει πνεύματος ἀλλοτρίου ἐπαχθεὶς ἔφη τὸν Χριστὸν αὐτὸν εἶναι τὸν πατέρα καὶ αὐτὸν τὸν πατέρα γεγεννῆσθαι καὶ πεπονθέναι καὶ ἀποτεθνηκέναι) [*](M U) [*](1 κατευοδοθήσεται M 3 θεοῦ M 5 καὶ < U | ἐν υἱῷ < M 7 * <μενέτω> * 9 παισθεῖσα Dind.] πεισθεῖσα M πιασθεῖσα U | <δὲ> * | ἄλλας] πολλὰς M 10 Unterschrift: τέλος τῆς κατὰ βαρδησιανιστῶν U 11 Überschrift: κατὰ νοητιανῶν λݲςݲ ἢ καὶ νݲςݲ M U 12 δὲ < U 13 ἀλλ᾿ + ἢ M | ἀπὸ] πρὸ U | ἐτῶν2] τῶν U 14 πλείω + ἢ U 16 <ἐκήρυξαν> * 17 διενοήθη M | αὐτὸς] οὗτος U | ἐπάρματι Pet.] ἐφάρματι M ἐπ᾿ ἄρμασι U)

344
μανίας ἐπαρθεὶς ἐτόλμησε λέγειν, τὸν παρέρα πεπονθέναι·

ἔτι δὲ μείζονί τινι τύφῳ καὶ παραφροσύνῃ ἐνεχθεὶς ἑαυτὸν ἔλεγε Μωυσέα καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀαρών.

ἀλλὰ μεταξὺ τούτων ἀπὸ τῆς περὶ αὐτοῦ ἐνηχήσεως οἱ μακάριοι πρεσβύτεροι τῆς ἐκκλησίας μετακαλεσάμενοι αὐτὸν ἐξήταζον περὶ τούτων ἁπάντων καὶ εἰ ταύτην τὴν βλασφημίαν περὶ πατρὸς προηγάγετο.

ὁ δὲ τὰ πρῶτα μὲν ἠρνεῖτο ἐπὶ τοῦ πρεσβυτερίου ἀγόμενος, διὰ τὸ μηδένα πρὸ αὐτοῦ ἐξεμέσαι ταύτην τὴν δεινὴν καὶ ἀλετήριον πικρίαν.