Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ῥαγαῦ δὲ ἐγέννησε τὸν Σεροὺχ ὑπάρχων ρݲλݲβݲ ἐτῶν, καὶ γέγονε πεντακοσιοστὸν πρῶτον ἔτος. Φάλεκ δὲ ἐγέννησε τὸν ‘Ραγὰῦ ὢν ρݲλݲ ἐτῶν, καὶ γέγονεν ἔτη ἑξακόσια τριάκοντα ἕν. Ἔβερ δὲ ἐγέννησε τὸν φάλεκ ἐν ἔτει ρݲλ ݲ δݲ τῆς αὐτοῦ ζωῆς, καὶ γεγόνασιν ἑπτακόσια ἑξήκοντα πέντε ἔτη.

Σάλα δὲ ἐγέννησε τὸν Ἔβερ ἑκατοστὸν τριακοστὸν ἔτος κατάγων τῆς αὐτοῦ ἡλικίας, καὶ γέγονεν ὀκτακόσια ἐνενήκο ντα πέντε ἔτη. Κηνᾶ δὲ ἐγέννα τὸν Σάλα ἔτος κατάγων ρݲθݲ τῆς αὐτοῦ ζωῆς, καὶ γέγονεν χίλια τέσσαρα ἔτη. Ἀρφαξὰδ δὲ ἐτῶν ρλε ὢν ἐγέννησε τὸν Κηνὰν, καὶ γέγονεν χίλια ρݲλݲθݲ ἔτη.

Σὴμ δὲ ρݲβݲ ἔτει τῆς αὐτοῦ ζωῆς, ὁ προειρημένος καὶ ξαντασιαζόμενος παρὰ τοῖς Σαμαρείταις εἶναι Μελχισεδέκ, ἐγέννησε τὸν Ἀρφαξάδ, καὶ ὁμοῦ γέγονεν ἔτη χίλια διακόσια τεσσαράκοντα ἕν ἕως τοῦ χρόνου τοῦ Ἀβραάμ, καθ’ ὃν συνήντησε τῷ Μελχισεδὲκ ἐπανιὼν ἀπὸ τῆς κοπὴς τῶν περὶ Ἀμαρφὰλ καὶ Ἀριὼχ καὶ Χοδολλογομὸρ καὶ Θαλγὰ τῶν βασιλέων.

οὐ, ἔζησε δὲ Σὴμ τοσαῦτα ἔτη κατὰ τὴν τούτων ληρώδη φαντασίαν, ἀλλὰ ρݲβݲ ἐτῶν ὤν ἐγέννησε τὸν Ἀρφαξάδ, ἐν τῷ δευτέρῳ ἔτει μετὰ τὸν κατακλυσμόν. »καὶ ἔζησε μετὰ ταῦτα, ὥς φησιν ἡ θεία γραφή, φݲ ἔτη, καὶ ἐγέννησεν υἱοὺς και θυγατέρας, καὶ ἀπέθανε«.

τοίνυν αὐτοῦ ζήσαντος ἑζακόσια καὶ δύο ἔτη καὶ τελευτήσαντος πῶς ἠδύνατο [*](17 vgl. Gen. 14, 17 — 19f vgl. Gen. 11, 10 – 21 Gen. 11, 10) [*](M U) [*](2 πλείω +ἤ U 3 ἐννέα < Μ 6 πρῶτον < Μ | φαλὲγ Μ | ρݲ λݲ θݲ Μ 7 ἕν] ἐννέα Μ | γεννᾶ U | φαλὲγ Μ 8 ρݲλݲδݲ] ἑκατοστῶ τετάρτω U 9 σαλλὰ Μ | γεννᾶ U | ἑκατὸν τριάκοντα Μ 10 γέγονεν] γέγοναν ΜU 11f Κηνᾶ — τέσσαρα ε/τη < U 12 γέγονεν*] γέγοναν Μ |ρݲλݲεݲ ἐτῶν U |ρݲεݲ Μ 13 Κηνᾶν] Σαλὰκ U | γέγοναν M | ρݲλݲθݲ *] ρݲλݲ Μ λݲ U |ρݲβݲ] ἑκατοστῶ U | τῆς αὐτοῦ ζωῆς < Μ 14 vor καὶ +ὁ U 15 Ἀρφαξὰξ Μ | γέγοναν Μ 15 f χίλια διακόσια τεσσαράκοντα ἓν] μݲρݲ ݲ λ U 16 ἕνα Μ 17 ἐπανιὼν] δι’ ὧν Μ 17f Ἀμαρφὰλ καὶ Ἀριὼχ καὶ < U 17 Ἀμαφὰρ Μ 18 καὶ Θαλγὰ < U | Θαγάρ Μ |vor τῶν βασιλέω ν + καὶ Βαρςὰ καὶ Συμοβὰρ καὶ Ἁμαρφὰλ U 19 ρݲβݲ *] ἑκατὸν ἐννέα Μ ρݲ εݲ U 20 ὢν < U 21 φݲ ἔτη vor ὥς φησιν U 23 καὶ δύο] πέντε U | ἐδύνατο U)

333
φθάσαι εἰς χίλια καὶ διακόσια τεσαράκοντα καὶ ἕν ἔτη, ἵνα ὁ Σὴμ ὁ υἱὸς τοῦ Νῶς τοῦ πρὸ δέκα γενεῶν τοῦ Ἀβραὰμ κληθείη Μελχισεδὲκ παρὰ τούτοις, μετὰ δέκα γενεάς, ἔτη δὲ χίλια διακόσια τεσσαράκοντα ἕν; καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων πλάνης.

κατὰ δὲ ψὴφον ἄλλων ἀντιγράφων ἀπὸ τῆς τοῦ Σὴμ ἡλικίας, ἐξότε γεγένηται ὁ αὐτὸς Σήμ, ὥς τοῦ προδδηλωμένου χρόνου τῆς [τε]τοῦ Ἀβραὰμ συναντήσεως τῷ Μελχισεδέκ, ἥτις ἦν ἐν ογδοηκοστῷ ὁγδόῳ ἔτει τῆς αὐτοῦ ζωῆς ἢ ἐνεηκοστῷ, γίνεται ἑξακόσια εἴκοσι ὀκτὼ ἔτη πλείω ἐλάσσω, ὥστε ἐξ ἅπαντος μὴ δύνασθαι εἰς τὸν προδεδηλωμένον τοῦ Ἀβραὰμ χρόνον τὸν Σὴμ φθάνειν, ἵνα καὶ Μελχισεδὲκ νομισθείη. καὶ διέπεσε πανταχόθεν καὶ ἡ τῶν Σαμαρειτῶν χυδαιολογία.