Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

5. Eἶτα ὁ αὐτός φησι πάλιν Θεόδοτος ὅτι »καὶ Ἠσαΐας περί αὐτοῦ ἔφη ὄτι ἄνθρωπός ἐστιν, οὔτως εἰπών· ὄτι ἄνθρωπος εἰδὼς φέρειν μαλακίαν· καὶ εἴδομεν αὐτὸν ἐν πληγῇ καὶ ἐν κακώσει καὶ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη«. ἀλλὰ οὐκ οἶδε πῶς πάλιν ἐλέγχεται ὁ κτηνήδης.

ἐν αὐταῖς γὰρ ταῖς λέξεσιν Ἠσαΐας οὔτως εἶπεν »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὔτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη«.

εἶτά φησιν »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὄτι αἴρεται ἀπὸ ἀνθρώπων ἡ ζωὴ αὐτοῦ«, καὶ οὐκ εἶπεν »αἴρεται ἡ ζωὴ <ἀπ᾿> αὐτοῦ«, ἀλλά »ἀπὸ ἀνθρώπων«.

ἀεὶ γὰρ ὁ Λόγος ζῶν ἐστιν ὑπάρχων τε καὶ τὸ ζῇν ἀφ᾿ ἑαυτοῦ ἔχων καὶ ζωὴν τοῖς αὐτὸν ἠγαπηκόσι διδούς· ἐξ ἀνθρώπων μὲν ἡ ζωὴ αὐτοῦ ἤρθη, * ἀφ᾿ ἑαυτοῦ ζωὴ ὤν. »ζῶν γὰρ ὁ Λόγος« καὶ πᾶσι ζωὴν παρέχων τοῖς ἐπ᾿ αὐτὸν ἐλπίσασιν ἐν ἀληθείᾳ. καὶ τό »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;«

*. εἰ ἦνθρωπος ψιλὸς ἀπὸ Μαρίας γεγεννημένος, εὐδιήγητος ἄρα ἦν ἡ αὐτοῦ γέννησις. ἐπειδὴ δλε ἐστι πρὸ τοῦ Δαυὶδ <καὶ> πρὸ τοῦ Ἀβραάμ, —