Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4 Προφασίεται πάλιν ὁ τάλας Θεόδοτος λέγων »ὄτι καί ὁ Ἱερεμίας περὶ αὐτοῦ ἔφη ὄτι ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν;« καὶ οὐκ οἶδεν <ὁ> ἑαυτὸν τῆς ἀληθείας ἀποξενώσας ὄτι, ὡς ἔφην,

ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς δύναμιν τῆς ἑρμηνείας. ὁ γὰρ ἄνθρωπος ὤν πάντως ὑπὸ πολλῶν γινώσκεται τῶν αὐτὸν γινωσκόντων· φημὶ δὲ πατρὸς καὶ μητρός, ἀδελφῶν τε καὶ συγγενῶν, συσκήνων τε καὶ γειτόνων, πολιτῶν τε καὶ οἰκετῶν.

ἐνταῦθα δὲ ἡ γραφὴ τὸ θαυμαστὸν διηγουμένη τῆς ὅλης αὐτοῦ πραγματείας ἄνθρωπον μὲν ἔφη διὰ τὴν ἔνσαρκον παρουσίαν, τῷ δέ »τίς γνώσεται αὐτόν« ἐσήμανε περὶ τῆς αὐτοῦ θεότητος τῆς ἀκαταλήπτου.

ἐπειδὴ γάρ »οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ τὸν πατέρα οὐδεὶς οἶδεν εἰ μὴ ὁ υἰὸς καὶ ᾦ ἐὰν ἀποκαλυψῃ«, οὐδεὶς οὖν γνώσεται αὐτόν, ἐὰν μὴ <αὐτὸς> αὐτῷ ἀποκαλύψῃ.

ἀποκαλύπτει δὲ διὰ ἁγίου πνεύματος τοῖς αὐτοῦ δούλοις τὴν αὐτοῦ καὶ τὴν τοῦ αὐτοῦ πατρὸς θεότητα καὶ δόξαν καὶ τὴν αὐτοῦβ ζωὴν αἰώνιον τὴν μέλλουσαν καὶ τὰ αὐτοῦβ μυστήρια καὶ διδασκαλίαν καὶ τὴν αὐτοῦ δι᾿ ἡμᾶς ἔνσαρκον ἀληθῆ παρουσίαν, ὄτι θεὸς ἄνωθεν καὶ ἄνθρωπος ἀπὸ Μαρίας.

[*](6 Joh. 1, 1. 3 — 8 Joh. 1, 14 — 14f vgl. Ancoratus c. 32, 3ff; I 41, 10ff — 14 Jer. 17, 9 — 24 Matth. 11, 27 )[*](M U)[*](2f ἐπελεύσεται ἐπὸ σέ Μ 4 ὄτι]ἔτι Μ 4f ὁ λόγος ἐλθὼν Μ 5 ὁ2 <U 12 τῶν + δὲ Μ 14 ὁ2 <Μ 15 ἐστιν <Μ | αὐτόν] αὐτοῦ U 16 <ὁ>* 17 τῆς ἑαυτῆς δυνάμεως τὴν ἑρμηνείαν U 17f ἄνθρωπος + <ψιλὸς>?* 22 τῷ] τὸ U | δέ« τίς *] τίς δὲ ΜU 25 ᾦ] ὅ U 26 <αὐτὸς>* | δι᾿ Μ)
322