Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ ἀγνοεῖ ὁ ἐλεεινὸς ἄνθρωπος ὄτι βουλόμενος ὁ κύριος προασφαλίσασθαι τὴν σωτηρίαν τῶν ποτὲ αὐτὸν βλασφημησάντων καὶ ἐπανακαμπτόντων εἰς μετάνοιαν, ἴνα μὴ ὁρίσῃ αὐτοῖς καταδίκην, τὸν λόγον προθεσπίζει, δι᾿ ὑπερβολὴν πρᾳότητος καὶ φιλανθρωπίας
καὶ διὰ τὸ εἰδέναι αὐτὸν μέλλοντάς τινας ἐπανίστασθαι καὶ βλασφημεῖν τὸ ἄγιον πνεῦμα καὶ ἐν τάξει δούλου αὐτὸ ὁρίζεσθαι καὶ κτιστὸν καὶ ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας.
διὸ ἐπασφαλιζόμενός φησιν »ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἄγιον, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐνταῦθα οὔτε ἐν τῷ μέλλοντι αἰῶνι«, οὐκ ἐπαινῶν τοὺς βλασφημοῦντας αὐτόν, ἀλλὰ τὴν αὐτοῦ πρόγνωσιν καὶ τὴν αὐτοῦ φιλανθρωπίαν δεικνύς, προασφαλιζομένην τὴν σωτηρίαν τῶν ἀπὸ βλασφημίας αὐτοῦ μετανοούντων.
αὐτὸς γὰρ πάλιν φησίν »ὁ ἀρνησάμενός με ἔμπροσθεν τῶν ἀνθρώπων ἀρνηθήσεται ἐνώπιον τοῦ πατρός μου«, καὶ πάλιν »ἀρνήσομαι αὐτόν«, καὶ πάλιν »ὁ ὁμολογῶν ἐν ἐμοί, ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου«.
3. Καὶ πάλιν δὲ ὁ αὐτὸς Θεόδοτός φησι· »καὶ ὁ νόμος περὶ αὐτοῦ ἔφη· προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ ὑμῖν κύριος ὡς ἐμέ· αὐτοῦ ἀκούσατε. Μωυσῆς δὲ ἄνθρωπος ἦν· ὁ οὖν ἐκ θεοῦ ἐγειρόμενος Χριστὸς [*](7ff Matth. 12, 31f — 16ff Math. 12, 32 — 21 Luk. 12, 9 — 23 Math. 10, 33 — Math. 10, 32 — 25 Deut. 18, 15 — 27 zu Χριστὸς vgl. Hippolyt refut. VII 35, 2; S. 222, 8ff Wendland ὔστερον ἐπὶ τοῦ βαπτίσματος ἐπὶ τῷ Ἰορδάνῃ κεχωρηκέναι τὸν Χριστὸν ἄνωθεν κατεληθότα ἐν εἴδει περιστερᾶς, ὄθεν οὐ πρότερον ὄ εἶναι τὸν Χριστὸν προσαγορεύει. θεὸν δὲ οὐδέποτε τοῦτον γεγονέναι αὐτὸν θέλουσιν ἐπὶ τῇ καθόδῳ τοῦ πνεύματος Χ 23, 2;S. 282, 6ff) [*](M U) [*](1 τὸν < U 4 ἄνθρωπον—γενόμενον <Μ | ἐν σαρκὶ < U 5 εν <U 11 ἀσφαλίσασθαι U | vor τῶν + τὴν Μ 13 δι᾿] δὲ Μ 17 f οὔτε . . . οὔτε] οὔδε(!) . . . οὔδε Μ 20 δείκνυσι U | τῶν < U 21 αὐτοῦ] αὐτοὺς U 26 ὑμῖν < U 27 ἀκούσετε U | ἦν ἄνθρωπος U | oὖν *] δὲ ΜU | ἐκ] ὑπὸ? Jül.)
καὶ οὐκ οἶδεν ἐν ἑαυτῷ ὁ ἐν παραπτώματι γεγονὼς Θεόδοτος πῶς πάλιν ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς ἀσφάλειαν·
ὄτι μὲν γὰρ ἐξ ἀδελφῶν αὐτὸν ἤγειρεν ὁ κύριος, διὰ τὸ ἐκ Μαρίας αὐτὸν γεγεννῆσθαι, ὡς λέγει »ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν«· καὶ παρθένος μένουσα »ἐν γαστρὶ ἕξει« (οὐκ ἐκ σπέρματος ἀνδρός), »καὶ τέξεται υἱόν« (δῆλον ἐν σαρκὶ τὸ γέννημα <τὸ> ἀπὸ παρθένου γεννώμενον), ἀλλά »καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἑρμηνεύεται θεὸς μεθ᾿ ἡμῶν«.
ἔστιν γὰρ θεὸς καὶ ἄνθρωπος· θεὸς μὲν ἀπὸ πατρὸς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ἄνθρωπος δὲ ἀπὸ Μαρίας διὰ τὴν ἔνσαρκον παρουσίαν.
Εἶτά φησι· »καὶ αὐτὸ τὸ εὐαγγέλιον ἔφη τῇ Μαρίᾳ· πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σέ, καὶ οὐκ εἶπε· πνεῦμα κυρίου γενήσεται ἐν σοί«.
διὸ ἐκ πανταχόθεν φιλονεικῶν ὁ ἀνόητος ἄνθρωπος ἐκπίπτει τῆς ἀληθείας. ἀσφαλιζομένη γὰρ ἡ γραφὴ πανταχόθεν τὴν ἡμετέραν ζωήν, ἵνα τὴν τριάδα δείξῃ πάντῃ τε καὶ ἐν παντὶ εἴδει συνοῦσαν ἑαυτῇ καὶ συνεργοῦσαν, ἵνα μή τινες εἴπωσιν ὡς καὶ πολλοὶ προφασίζονται ἑαυτοῖς κακά, ἀλλοτριοῦντες τὸ ἅγιον πνεῦμα τοῦ Χριστοῦ καὶ <τοῦ> πατρός, τούτου ἕνεκεν ὁ ἄγγελος λέγει τῇ