Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐκέλευσε γὰρ τοὺς ἐν τοῖς ὁρίοις Βηθλεὲμ παῖδας ἀποκτανθῆναι, τοὺς ἀπὸ δύο ἐτῶν καὶ κατωτέρω, ἕως αὐτῆς τῆς ἡμέρας ἧς οἱ μάγοι παρ᾿ αὐτῷ ἐγένοντο. ἔνθεν οὖν τίνι οὐ φανεῖται ὅτι ὅτε ἦλθον οἱ μάγοι δύο ἦν ἐτῶν ὁ παῖς γεγεννημένος;

καὶ γὰρ καὶ αὐτὴ ἡ πραγματεία τὴν πὰσαν ἀκρίβειαν σαφηνίζει. ὁ μὲν γὰρ Λουκᾶς λέγει ἐσπαργανῶσθαι τὸν παῖδα εὐδὺς γεγεννημένον καὶ [*](4 vgl. Luk. 2, 21. 39 — 14 vgl. Matth. 2, 7 — 20 vgl. Matth. 2, 12. 16 — 23 Matth. 2, 16 — 27 vgl. Luk. 2, 7) [*](M U) [*](2 δύναται] τὸ U | [καὶ] Dind. Öh. | καὶ 2 < U 3 πῶς + τὸ U | * <ἡμέρας ἀνενεχθέντα αὐτὸν εἰς Ἱερουσαλὴμ διηγούμενος οὐχ> * 4 φησὶ1 M 6 <ὑπέστρεψαν> * | Ναζαρέθ M 8 ἐδωρήσατο sc. τὸ πνεῦμα] ἐδωρήθη M 10 ὅτι μόνον M 11 εἰπὼν M 12 περὶ *] πρὸ MU | μετὰ τὴν γέννησιν < U | γεγεννημένων M 14 τοῦ θεοῦ] τοῦ κυρίου M 15 ἠκρίβωτο U 16 τὴν ἀπόκρισιν *] ἡ ἀπόκρισις MU 17 ἀλλὰ M 18 <τῶν> * 20 <τὰ>* | ὁ < M 22 <τὸν> * 25 οὖν < U 26 γεγενημένος U 27 ἡ αὐτὴ U 28 γεγεννημένον] τετεγμένον U)

260
κεῖσθαι ἐν φάτνῃ καὶ ἐν σπηλαίῳ διὰ τὸ μὴ εἶναι τόπον ἐν τῷ καταλύματι.

ἀπογραφὴ γὰρ τότε ἦν καὶ οἱ διασκορπισθέντες ἀπὸ τοῦ χρόνου τῶν πολέμων τῶν ἐπὶ τοῖς Μακκαβαίοις γεγονότων ἐπὶ τὰ πανταχοῦ γῆς διεσκορπίσθησαν καὶ ὀλίγοι παντελῶς ἔμειναν ἐν Βηθλεὲμ κατοικοῦντες· διὸ ἔν τινι τῶν ἀντιγράφων τῶν εὐαγγελιστῶν καλεῖται πόλις τοῦ Δαυίδ, ἐν ἄλλῳ δὲ κώμην αὐτὴν φάσκει διὰ τὸ εἰς ὀλίγην γῆν αὐτὴν ἡκέναι.

ὅτε δὲ γέγονε τὸ κέλευσμα Αὐγούστου τοῦ βασιλέως καὶ ἀνάγκην ἔσχον οἱ διεσκορπισμένοι κατὰ τὰ αὐτῶν γένη ἐλθεῖν εἰς τὸν τόπον ἵνα ἀπογραφῶσιν, ἐπιρρέοντα τὰ πλήθη ἐνέπλησε τὸν τόπον καὶ οὐκ ἦν τόπος ἐν τῷ καταλύματι διὰ τὴν συνέχειαν.