Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Καὶ οὐκ οἴδασιν οἱ ἀγνωσίᾳ κατεχόμενοι τοῦ ἁγίου πνεύματος τὴν δύναμιν· ἑκάστῳ γὰρ τῶν εὐαγγελιστῶν ἐδωρήσατο ἑκάστου χρόνου καὶ καιροῦ διηγεῖσθαι τὰ ἐν ἀληθείᾳ πληρωθέντα. καὶ ὁ μὲν Ματθαῖος διηγησάμενος μόνον ὅτι ἐγεννήθη ἐν πνεύματι ἁγίῳ καὶ ὅτι συνελήφθη ἄνευ σπέρματος ἀνδρός, οὐδὲν περὶ περιτομῆς εἶπεν οὐδὲ περὶ τῶν δύο ἐτῶν τι τῶν εἰς αὐτὸν μετὰ τὴν γέννησιν γεγενημένων, ἀλλὰ διηγεῖται τὴν ἔλευσιν τῶν μάγων,

ὡς ἐπιμαρτυρεῖ ἡμῖν ὁ ἀληθὴς τοῦ θεοῦ λόγος, ἐρωτῶντος τοῦ Ἡρῴδου παρὰ τῶν μάγων τὸν χρόνον καὶ ἠκριβωκότος τοῦ φαινομένου ἀστέρος, καὶ τῶν μάγων τὴν ἀπόκρισιν, ὅτι ἀπὸ δύο ἐτῶν καὶ κατωτέρω· ὡς μὴ εἶναι τὸν χρόνον τοῦτον τὸν τῷ Λουκᾷ πεπραγματευμένον.

ἀλλ᾿ ὁ μὲν Λουκᾶς τὰ πρὸ <τῶν> δύο ἐτῶν διηγεῖται, Ματθαῖος δὲ εἰπὼν τὴν γέννησιν ἀπεπήδησεν εἰς τὸν διετῆ χρόνον καὶ ἐδήλωσε τὰ γενόμενα μετὰ <τὰ> δύο ἔτη.

διὸ καὶ ὁ Ἡρῴδης διανοηθεὶς τοῦτο μετὰ τὸ ἀπονεῦσαι τοὺς μάγους δι᾿ ἑτέρας ὁδοῦ ᾠήθη ἐν τῶ πλήθει τῶν παίδων καὶ αὐτὸν <τὸν> γεννηθέντα εὑρεθήσεσθαι καὶ σὺν αὐτοῖς ἀποκτέννυσθαι.