Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

δέρμα γὰρ ἀπὸ σώματος γίνεται, νεκρὸν ὄν, ὡς σκίασμα σώματος ζῶντος, ἵνα δείξῃ σώματα εἶναι τὴν σκηνὴν τοῦ θεοῦ· ἐπειδὴ γὰρ ἐν σώμασιν ἁγίοις κατασκηνοῖ θεός, πληρουμένου τοῦ ῥητοῦ ὅτι »κατασκηνώσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω«.

ἔμελλεν οὖν πλάνη τις γίνεσθαι ἐν πιστοῖς, εἰ μὴ ἡ βίβλος πνευματικῶς ἡμῖν ἀπεκαλύφθη, ἵνα μάθωμεν μὴ σαλπίγγων εἶναι χρείαν, ἀλλὰ εἰδέναι * ὅτι πνευματική ἐστιν ἡ πᾶσα τοῦ θεοῦ πραγματεία,

ἵνα μὴ κατὰ τὰς Ἰουδαϊκὰς χαλκᾶς σάλπιγγας λάβωμεν ἣ ἀργυρᾶς, ἀλλὰ πνευματικῶς νοήσωμεν ἀπ᾿ οὐρανοῦ εἶναι τῆς ἐκκλησίας τὸ κήρυγμα, ὡς καὶ ἄλλῃ που εἶπεν »ἐν ἐκείνῃ τῇ ἡμέρᾳ σαλπιοῦσιν ἐν τῇ σάλπιγγι τῇ μεγάλῃ«.

σάλπιγγες γὰρ ἦσαν οἱ προφῆται, σάλπιγξ δὲ μεγάλη ἡ ἁγία φωνὴ τοῦ κυρίου ἐν τῷ εὐαγγελίω. διὰ τοῦτο καὶ ἀγγέλοις ἐδόθη ἀποκαλύψαι ἠμῖν· »σαλπίσει, γὰρ φησί, καὶ οἱ νεκροὶ ἀναστήσονται«.

εἰ δὲ χλευάζονται παρ᾿ ὑμῖν, ὦ οὗτοι, αἱ τῶν ἀγγέλων σάλπιγγες διὰ τὸ ἐν τῇ Ἀποκαλύψει γεγράφθαι, χλευάζεται ἄρα καὶ ἡ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ σάλπτιγξ εἰρημένη· »καταβήσεται, γάρ φησιν, κύριος ἀπ᾿ οὐρανοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι καὶ οἱ νεκροὶ ἀναστήσονται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐν φωνῇ ἀρχαγγέλου«.

συνᾴδοντος τοίνυν τοῦ Παύλου τῷ ἁγίῳ ἀποστόλῳ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει, ποία τις ὑπολείπεται ἀντιλογία; πῶς δὲ οὐκ εὐθὺς ἑκάστη πλάνη ἐλεγχθήσεται, τοῦ θεοῦ ἐν ἑκάστῳ <ὑπὲρ> τῶν ἁγίων δεδωκότος μαρτυρίαν;

33. Εἶτά τινες ἐξ αὐτῶν πάλιν ἐπιλαμβάνονται τούτου τοῦ ῥητοῦ ἐν τῇ αὐτῇ Ἀποκαλύψει καὶ φάσκουσιν ἀντιλέγοντες ὅτι »εἶπεν πάλιν· γράψον τῷ ἀγγέλῳ τῆς ἐκκλησίας τῆς ἐν Θυατείροις, καὶ οὐκ ἔνι ἐκεῖ ἐκκλησία Χριστιανῶν ἐν Θυατείροις. πῶς οὖν ἔγραφε τῇ μὴ οὔσῃ;«

καὶ εὑρίσκονται οἱ τοιοῦτοι ἑαυτοὺς † ἀναγκάζοντες ἐξ αὐτῶν ὧν κηρύττουσι ὑπὲρ τὴς ἀληθείας ὁμολογεῖν. ἐὰν γὰρ εἴπωσιν »οὐκ ἔνι [*](5 II KOr. 6,16 (Lev. 26,12) — 11 vgl. Num. 10,10 — 14 I Kor. 15,52 — 17 vgl. I Thess. 4,16 — 24 Apok. 2,18) [*](M U) [*](1 ἀποδεχομένην U | τελειοτάτην] τελειόοτητα, τὴν Μ 2 ὂν < U | σκίασμα] σκιὰ U 4 γὰρ < M | vor θεὸς + ὁ U 7 * <ἔχωμεν> * 9 πνευματικὰς Μ 10 ἐννοήσωμεν u. + ὡς U 11 σαλπίσουσιν U 15 ὦ σὗτοι < Μ | ἀγγέλων] εὐαγγελίων Μ 17 γὰρ < U | φησὶν < Μ |κύριος < U 20 Παύλου] ἀποστόλου U 21 ἀπολείπεται Μ |ἀπολογία Μ 22 <ὑπὲρ> * 23 ῥητοῦ + τοῦ U 24 ἐν τῇ αὐτῇ ἀποκαλύψει *] ἐν αὐτῇ τῇ ἀποκαλύψει Μ ἐν τῇ ἀποκαλύψει τῆ αὐτῆ U 25 τῆς2 *, vgl. S. 308,3] τῶ MU | θυατείρη U 26 ἔγραφον Μ 27 † ἀναγκάζοντες] ἀνασκευάζοντες, ἀναγκαζόμενοι * 28 ὑπὲρ *] κατὰ MU)

307
νῦν ἐκκλησία εἰς Θυάτειρα« δεικνύουσι προπεφητευκέναι τὸν Ἰωάννην.