Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὐκέτι γὰρ μετὰ Πεντηκοστὴν τὸ δρέπανον ἀπαρχὴν θεῷ προσφέρει· »οὐκέτι γὰρ κύριος ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει« κατὰ τὸ γεγραμμένον.

καὶ ὁρᾷς πόσα θεοῦ μυστήρια προετύπου ὁ νόμος καὶ ἐπλήρου τὸ εὐαγγέλιον. πόθεν δὲ οὐκ ἔχομεν τούτων δεῖξαι τὴν σαφήνειαν; διὰ δὲ τὸ μὴ εἰς πλάτο φέρειν τὸν λόγον ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπιστρεπτέον.

φαίνεται δὲ ἀπό τε τῶν σταχύων καὶ ἀπὸ τοῦ ἀμητοῦ καὶ τῶν μαθητῶν ὠς μετὰ τεσσαράκοντα ἡμερῶν πειρασμὸν ταῦτα πάντα διηγεῖταιὁ Ἰωάννης καὶ Λουκᾶς καὶ οἱ πάντες.

32. Οὐκ αἰδοῦνται δὲ πάλιν οἱ τοιοὐτοι κατὰ τῶν ὑπὸ τοῦ ἁγίου Ἰωάννου εἰρημένων ἐξοπλιζόμενοι, νομίζοντες μή πη ἄρα δύνανται τὴν ἀλήθειαν ἀνατρέπειν, οὐκ εἰδότες ὅτι καθ᾿ ἑαυτῶν μᾶλλον ὁπλίζονται ἤπερ κατὰ τῆς ὐγιοῦς διδασκαλίας.

φάσκουσι δὲ κατὰ τῆς Ἀποκαλύψεως τάδε χλευάχοντες οὕτως· »τί με, φησίν, ὠφελεῖ ἡ Ἀποκάλυψις Ἰωάννου, λέγουσά μοι περὶ ἑπτὰ ἀγγέλων καὶ ἑπτὰ σαλπίγγων;«

οὐκ εἰδότες πῶς ἀναγκαῖα καὶ ὠφέλιμα τὰ τοιαῦτα ὑπῆρξεν [ἐν] τῇ ὀρθότητι τοῦ κηρύγματος.

ὅσα γὰρ ἦν ἐν νόμῳ καὶ ἐν προφήταις σκοτεινὰ καὶ αἰνιγματώδη, ταῦτα ὁ κύριος ᾠκονόμησε διὰ τοῦ ἁγίου πνεύματος εἰς ἡμῶν σωτηρίαν »τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ« ἀποκαλύψαι, τὰ ἐκεῖσε σκοτεινὰ ὧδε εἰς πνευματικὰ καὶ ἔκδηλα κηρύττων, * πννευματικῶς δὲ ἠμῖν τὰ αὐτὰ ᾠκονόμει.

καὶ ἐκ δερμάτων μὲν τότε κατασκευάζει τὴν σκηνήν, τῶν δερμάτων ἠρυθροδανωμένων καὶ ὑακινθίνων καὶ τὰ ἑξῆς, ἵνα δείξῃ τὴν σκηνὴν ἐκεῖσε [*](3—6 vgl. Kol. 1, 15; Röm. 8, 29; I KOr. 15, 20. 23; Luk. 2, 28; Luk. 1, 42 — 7 Röm. 6,9 — 11f vgl. Luk. 6,1 — Joh. 4, 35 — 20 vgl. Apok. 8,2 — 24 vgl. Apok. 1,1 — 27 vgl. Ex. 25,5) [*](M U) [*](1 <ἐκ> * 2 τὰς < U 4 δράχμα U 5 ἀγκαλισθεῖσα Μ 9 ὁ < U 10 διὰ δὲ] δέδια δὲ Μ |δὲ < U 11 λόγον + διὸ U 12 καὶ ἀπὸ] ἀπό τε Μ 13 τὸν < U 19 οὕτως < U 21 τὰ < U 22 [ἐν] * 25f κηρύττων, *] wohl schon κηρύττων verderbt; lies etwa ἐκφέρων· <σωματικῶς γὰρ προσέταττεν ἐν νόμῳ,> * 27 κατασκευάζει] lies wohl <προστάττει> κατασκευάζεσθαι * | τῶν]lies nach Ex. 25,5 κριῶν? * | ἐρυθροδανομένων U)

306
σκηνὴν μὲν οὖσαν, ἀπεκδεχομένην δὲ τὴν τελειοτάτην σκηνὴν τοῦ Χριστοῦ.