Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
μετ᾿ ἐκείνην γὰρ τὴν ὑπατείαν τὴν ἐντῷ τριακοστω ἔτει αὐτοῦ σημαινομένην ἄλλη ὑπατεία γέγονεν, Λεγομένη τῶν δύο Γεμινῶν· εἶτα ἄλλη ὑπατεία Ῥούφου καὶ Ῥουβελλίωνος, Καὶ οὕτως ἐνεστώσης τῆς ὑπατείας τῆς μετὰ τὴν ὑπατείαν < Ρούφου καὶ > Ῥουβελλίωνος, ἥτις ὕστερον ἦλθεν Οὐιννικίου καλεῖσθαι Καὶ Λογγίνου Κασσίου, < ἐν τῷ τριακοστῷ τρίτῳ αὐτοῦ ἔτει ὅπερ ἦν > ὀκτωκαιδέκατον Τιβερίου Καίσαρος, πάσχει ὁ σωτὴρ [ἐν] τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων.
Καὶ ἐλήλεγκται τούτων ἁπάντων ἡ πλάνη, εὑρισκομένης σαφῶς τῆς κατὰ τὴν ἀλήθειαν διδασκαλίας, ὡς οὐ μόνον δύο χρόνων περίοδοι ἑορτῆς Πάσχων ἐν τοῖς εὐαγγελίοις ἐμφέρονται, ἀλλὰ καὶ τριῶν.
24. Γεννηθέντος γὰρ αὐτοῦ ἐν τῷ Ἰανουαρίῳ μηνὶ τουτέστιν [*](1 f vgl. Panarion haer. 31. 14, 3; I 406. 17 — 8 f vgl. Kol. 2, 14 — 11 wie S. 291, 2f das der Sexti, so ist hier wieder das Konsulat der beiden Gemini, Rufus (= Fufius) und Rubellio, in zwei zerlegt; auch darin stimmt Epiph. Mit Den beiden Nebenzeugen Cons. Const. Und Chron. Pasch. Zusammen, vgl. MG Auct. Antiqu. IX 220) [*](Μ U) [*](2 περὶ Οὐαλεντῖνον—ἄλλους < U | αἱ 2 < Μ 3 μυθώδους Μ | ἀναγραψαμένους Μ | τριάκοντα] τέσσαρας Μμ 3 f οὓς—ἔτεσιν] καὶ τὰ ἀπὸ τῶν τριάκοντα ἐτῶν τοῦ σωτῆρος παρ᾿ αὐτῶν ἀλληγορηθέντα U 4 δυνηθῶσι U 5 ἀναγράφειν] lies wohl παραστῆσαι * 6 ἐνσαρκώσεως (neben παρουσίας) U 8 < προσλαβὼν καὶ > * | παθεῖν + κατεδέξατο U 8 f τοῦ θανάτου τὸ U 9 γὰρ] δὲ U 10 αὐτοῦ, sc. Christi] Αὐγούστου Μ 11 vor λεγομένη + ὑπατεία U 12 ἐνεστώοης]μεσαζούσης U 13 < Πούφου καὶ > * | Οὐιννικάου Μ 13 f καλεῖσθαι *] καλουμένη Μ U 14 Κασσίου < Μ 14 f < ἐν τῷ τριακοστῷ τρίτῳ αὐτοῦ ἔτει ὅπερ ἦν > * 15 ὀκτωκαιδέκατον—Καίσαρος < U |[ἐν] * 18 περίοδοι Dind.] περιόδοις Μ περίοδος U |ἑορτῆς < U 19 ἐμφέρεται U 20 περὶ τὸν Ἰαννουάριον μῆνα U | Ἰαννουαρίω Μ)
ἔδει γὰρ καὶ ἐνταῦθα πληρωθῆναι τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον »εἰσῆλθεν πρὸς ἡμᾶς ἡ κιβωτὸς τοῦ θεοῦ« (λέγει δὲ τὴν Χριστοῦ τελείαν ἐνανθρώπησιν) »τῇ πέμπτῃ τοῦ μηνὸς τοῦ πέμπτου«, ὡς τότε παρ᾿ Ἑβραίοις ἐτελέσθη· ὃ πρῶτον μὲν τῇ
ψήφῳ τῶν Ἑβραίων ἐχρῆν πληρωθῆναι, ᾗ καὶ πολλοὶ τῶν ἐθνῶν ἀκολουθήσαντες, φημὶ δὲ Ῥωμαῖοι, πέμπτην αὐτὴν ἑσπερινὴν εἰς ἕκτην ἐπιφώσκουσαν ἐπιτελοῦσι, Κύπριοι δὲ πέμπτην αὐτὴν [τὴν] ἡμέραν τοῦ μηνὸς ἄγουσιν, Αἰγύπτιοι δὲ φύσει καὶ Σαλαμίνιοι καὶ αὐτὸν τὸν μὴνα πέμπτον ἄγουσιν, ὡς καὶ οἱ Ἑβραῖοι ἀπὸ τοῦ παρ᾿ αὐτοῖς ἀγομένου νέου ἔτους πέμπτον αὐτὸν Τάττουσι —
διῆλθεν οὖν τὰς προειρημένας ὑπατείας εἰκοσιεννέα πλήρης, εἰς δὲ τὴν τριακοστὴν ὑπατείαν, λέγω δὲ *, περὶ τὸν < ἑν > δέκατον μῆνα ἦλθε πρὸς τὸν Ἰωάννην καὶ ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ ποταμῷ τῷ τριακοστῷ ἔτει τῆς αὐτοῦ ἐνσάρκου γεννήσεως, πρὸ ἓς εἰδῶν Νοεμβρίων,
Τουτέστι κατὰ Αἰγυπτίους Ἀθὺρ δωδεκάτῃ, κατὰ Ἕλληνας [*](1 ff zu den Monatsangaben vgl. W. Kubitschek, Die Kalenderbücher von Florenz, Rom und Leyden (Denkschr. Wiener Akad. B. 57. 1915) S. 74 ff; dort weitere Schriften über die einzelnen Fragen — 8 ff wo? (einzige vergleichbare Stelle Sach. 7, 3) —18 ff vgl. Oben c. 16, 1 ff; S. 270, 14 ff u. c. 30, 10; S. 303, 4) [*](M U) [*](1 Ἰαννουαρίων Μ |πέμπτη ist nicht mit Kubistchek zu beanstanden; der Gesamtausdruck πέμπτη—ἐπιφώσκουσα bezeichnet ganz richtig die Mitternacht zwischen 5. u. 6. Januar; vgl. Z. 12 f u. S. 298, 19 2 Ἰαννουαρίου + μηνὸς U | ἑσπέρα — ἐπιφώσκουσα < U 4 Σαλαμνίους Μ 5 Ἰουλίου] Ἰουναῦ Μ | ἀλσὼν Μ 6 ἀταρταβὰ Μ 7 κατὰ Ἑβραίους τιβιὴθ ιݲγ, κατὰ ἀθηναίους μεμακτηρίωνος ςݲ U; aber vgl. die Reihenfolge S. 294, 4f | Τηβὴθ *) Τηβὶθ Μ τιβιὴθ U 7—17 ἔδει γὰρ—τάττουσιν < U 13 ἐπιτελοῦσι *) ἐπιτελοῦντες Μ 14 πεμπτέτην Μ |[τὴν] * 17 διῆλθεν * (sc. ὁ Ἰησοῦς), vgl. S. 294, 19] παρῆλθεν ΜU | οὖν < U | πλήρης (indecl.) *)] πλήρεις MU 18 λέγω]φημὶ U | * < τὴν τοῦ Σιλανοῦ καὶ Νερούα > *| < ἑν >δέκατον * 19 f τοῦ τριακοστοῦ ἔτους U 20 αὐτοὐ < U 21 τουτέστι vor κατὰ Αἰγυπτίους *] hinter δωδεκάτῃ ΜU)
ὡς ἐπιμαρτυπεῖ Μου τῷ λόγῳ τὸ ἅγιον κατὰ Λουκᾶν εὐαγγέλιον, ὡς πολλάκις ἔφην, ᾦδέ πως λέγον »ἦν δὲ ὁ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ«·
[ καὶ] ἀπ᾿ ἐντεῦθεν ἀπὸ Ἀθὺρ δωδεκάτης »κηρύττοντος αὐτοῦ τὸν δεκτὸν ἐνιαυτὸν κυρίου« κατὰ τὰ ἐν τῷ προφήτῃ Ἠσαΐᾳ προειρημένα ὅτι »πωεῦμα κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, κηρῦξαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόδεως«·
25. Ὡς ἀληθῶς γὰρ ἐκήρυξεν ἐνιαυτὸν κυρίου δεκτόν, τουτέστιν μὴ ἀντιλεγόμενον. τὸν γὰρ πρῶτον ἐνιαυτὸν μετὰ < τὸ > τριακοστὸν ἔτος τῆς αὐτοῦ ἐνσάρκου παρουσίας ἐκήρυσσε καὶ πάντες κατεδέχοντο, καὶ οὔτε Ἰουδαῖοι ἀντέλεγον οὔτε ἔθνη οὔτε Σαμαρεῖται, ἀλλὰ πάντες ἡδέως ἤκουον αὐτοῦ.
ἐν ᾧ ἐνιαυτῷ ἄνεισιν εἰς Ἱεροσόλυμα, μετὰ τὸ βαπτισθῆναι καὶ διελθεῖν τὰς τεσσαράκοντα ἡμέρας τοῦ πειρασμοῦ καὶ ἅς προείπαμεν εἴκοσι ἕως τοῦ πρώτου σημείου καὶ ἐκλέξασθαι τοὺς ἑαυτοῦ μαθητάς·