Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ γὰρ καὶ αὐτοὶ οἱ μάγοι μετὰ διετίαν ἐν αὐτῇ τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων εἰς Βηθλεὲμ ἐγένοντο καὶ τὰ δῶρα προσήνεγκαν, [καὶ] τὴν σμύρναν καὶ τὸν χρυσὸ καὶ τὸν λίβανον. ἐν αὐτῇ γὰρ τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων αἱ ἀρχαὶ γεγόνασι πολλῶν [πραγμάτων] σημείων τῆς ἐπιφανείας.

αὕτη δὲ ἦν ἡ ἡμέρα, ὡς ἄνω προεῖπον καὶ πολλάκις ἀναγκάζομαι λέγειν, ἐν ὑπατείᾳ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ τῇ πρὸ ἀκτὼ εἰδῶν Ἰανουαρίων, μετὰ δεκατρεῖς ἡμέρας τῆς τοῦ φωτὸς καὶ ἡμέρας αὐξήσεως, ἥτις ἐστὶν ἀπὸ τῆς τροπῆς τῆς χειμερινῆς τουτέστιν ἀπὸ τῆς πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων ἕως αὐτῆς τῆς γενεθλίου καῖ Ἐπιφανείων ἡμέρας διὰ τὸν προδηλωθέντα τύπον, αὐτοῦ τοῦ σωτῆρος καὶ τῶν δώδεκα αὐτοῦ μαθητῶν τὸν τρισκαι8δέκατον ἀριθμὸν πληρούντων.

Γεννᾶται οὖν ὁ σωτὴρ τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου βασιλέως τῶν ῾Ρωμαίων, ὑπατείᾳ τῇ

προγεγραμμένῃ, μετὰ εἰκοσιεννέα ἔτη τῆς Αὐγούστου | πρὸς Ἰουδαίους συναφείας· βασιλεύει δὲ Αὔγουστος δεκατρία ἔτη πρὶν ἢ τὴν Ἰουδαίαν τελείως συναφθῆναι [*](Ö 86) ῾Ρωμαίοις.

ἦν δὲ καὶ ἐξότε ἐβασίλευσεν Αὔγουστος ἐπὶ τέσσαρσιν ἔτεσιν τῆς αὐτοῦ βασιλείας πλείω ἐλάσσω φιλία μὲν ῾Ρωμαίων πρὸς Ἰουδαίους καὶ συμμαχία πεμπομένη καὶ ἐπίτροπος καθιστάμενος [*](4 Matth. 2, 4 — 5 Matth. 2, 5 — 11 ff vgl. S. 284, 4 ff u. 290, 5 ff — 20 ff Epiph. folgt hier einer eigenartigen, von Eusebius abweichenden Rechnung, Wohl der des Africanus. Das Jahr, das er für die völlige Unterwerfung der Juden Angibt, ist das Jahr 31 v. Chr. — 23—27 vgl. S. 289, 12f (auch haer. 20, 1, 5; I 225, 8 ff); gemeint ist die Zeit des Antipater) [*](M U (von Z. 20 γεννᾶται an)) [*](6 χρόνων (trotz τὸν) Μ 8 [καὶ] * 10 [πραγμάτων] * 13 Ἰαννουαρίων Μ 14 ἥτις bezieht sich auf αὐξήσεως, nicht auf ἡμέρα Z. 11 16 Ἰαννουαρίων M; am Rand τῆ κݲεݲ τοῦ δεκεμβρίου Μ 18 πληρούντων *] πληροῦντα Μ 19 οὖν] μὲν γὰρ U | τῷ < Μ 20 f ὑπατείᾳ — συναφείας] ὅπερ ἦν ῥωμαίων πρὸς ἰουδαίους συναφείας εἰκοστὸν ἔνατον ἔτος U 21 δὲ] μὲν γὰρ U 22 τρισκαιδεκα U | συναφθῆναι τελείως U 23 f ἐπὶ τέσσαρσιν ἔτεσιν] μετὰ ἔτη τέσσαρα U 24 nor τῆς + ἀπὸ Μ | vor ἐλάσσω + ἢ Μ)

289
καὶ μέρη φόρων Ῥωμαίοις τελούμενα * ἐπὶ πέντε ἔτεσι πλείω ἐλάσσω, ἕως ὅτου τέλεον παρεδόθη ἡ Ἰουδαία καὶ ὑπόφορος αὐτοῖς γεγένηται, ληξάντων τῶν ἀπὸ Ἰούδα ἀρχόντων καὶ Ἡρῴδου ἐξ ἐθνῶν κατασταθέντος,