Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ καὶ τὴν πενθερὰν τοῦ Πέτρου, τοῦ μὲν ἀπὸ Βηθσαϊδὰ ὄντος γήμαντος δὲ ἀπὸ Καφαρναούμ, οὐ μακρὰν ὄντων τῶν τόπων τούτων τῷ διαστήματι, ταύτην ἀπὸ τοῦ πυρετοῦ ἀνῆκεν καὶ θεραπευθεῖσα διηκόνει· ὥστε εἶναι αστ; ταύτην τὴν ἀκολουθίαν.

καὶ μετὰ ταῦτα πάλιν αὐτοῦ ἀναστρέψαντος εἰς τὴν Ναζαρέτ, ὅπου ἦν ἀνατεθραμμένος, τότε ἀνέγνω τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου, αὐτοῦ λοιπὸνπρολαβόντος αὐτοὺς καὶ λέγοντος ὅτι "πάντως ἐρεῖτέ μοι τὴν παραβολήν, ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν σημεῖα γενόμενα ἐν Καφαρναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου". καὶ ὁρᾷς ὡς

269
ἔστιν τῆς ἀληθείας ἡ ἀκολουθία; »καὶ οὐκ ἐποίησε διὰ τὴν ἀπιστίαν αὐτῶν, φησίν, <σημεῖον> οὐδέν«.

κάκεῖθεν παρελθὼν εἰς τὴν Καφαρναοὺμ πάλιν κατῴκησε. καὶ ἐλθὼν εἰς τὰ μέρη τῆς θαλάσσης, ὥς φησιν ὁ Ματθαῖος, εἶδε Σίμωνα Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας τὰ δίκτυα καὶ πάλιν Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, καὶ τέλεον αὐτοὺς ἐκάλεσε καὶ ῥίψαντες λοιπὸν τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.

ὁ δὲ Λουκᾶς καὶ τὴν ἀκρίβειαν σημαίνει τοῦ πράγματος, ὅτι καὶ ἠκολούθησαν λοιπὸν ἀμεταστρεπτὶ μηκέτι ἀναβαλλόμενοι τῆς κλήσεως, φήσας ὅτι »ἐλθόντος αὐτοῦ ἐπὶ τὴν λίμνην Γεννησαρέθ, εἶδε Σίμωνα καὶ Ἀνδρέαν καταρτίζοντας τὰ δίκτυα καὶ ἀνέβη εἰς τὸ πλοῖον, ὅ ἦν Σίμωνος, φησίν, Πέτρου καὶ Ἀνδρέου« (τοῦτο δὲ σημαίνει, ὡς ἤδη ὄντος αὐτοῦ αὐτοῖς, ἐν γνώσει [διὸ] διὰ τὴν συνήθειαν [καὶ] προσήκαντο) καὶ ἀνελθὼν ἐκάθισεν·

ὅτε λέγει τῷ Πέτρῳ μετὰ τὴν διδασκαλίαν »ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλά σατε τὰ δίκτυα«, οἱ δὲ εἶπον »ἐπιστάτα« (ἤδη γὰρ διὰ τὴν τοῦ Ἰωάννου μαρτυρίαν ἐπιστάτην αὐτὸν ἐκάλουν οἱ πρότερον <περὶ> αὐτοῦ ἀκούσαντες ὅτι »ἰδού, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«, καὶ ὅτι παρ᾿ αὐτῷ ἔμειναν τὴν μίαν ἡμέραν).

καὶ εἰς τὴν δευτέραν ἐξῆλθον μετέπειτα ἄγραν, ἐπὶ τῷ πλήθει τῶν ἐχθύων αὐτῶν θαυμασάντων καὶ Πέτρου λέγοντος ὅτι »ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε«· τάχα γὰρ καὶ μετεμέλετο διὰ τὸ πρότερον αὐτὸν κεκλῆσθαι καὶ ἐπιστρέψαι ἐπὶ τοὺς ἰχθύας καὶ τὴν πᾶσαν ἐργασίαν τῆς ἁλείας.