Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὁ δὲ εἶπε »μὴ φοβοῦ«, παραθαρσύνων αὐτόν, ὅτι οὐκ ἀπηγορεύθη ἀλλὰ ἔτι δύναται τῆς κλήσεως ἔχεσθαι, ὅτι, φησίν, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν· ὅτε καὶ τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ ἔνευσαν εἰς σύλληψιν ἥκειν τῆς αὐτῆς ἄγρας.

ἦσαν γὰρ κοινωνοί, ὥς φησι, τῷ Σίμωνι· καθάπερ ἄνω κἀμοὶ προ- δεδήλωται ἐκ τῆς ὑποθέσεως ταύτης <τῶν> δύο μὲν ἀκολουθησάντων [*](1 Matth. 13.58 Mark. 6,5 — 2 vgl. Matth. 4,13 — 3 vgl. Matth. 4,18ff — 7ff vgl. Luk. 5,1ff — 14 Luk. 5,4 — 17f Joh. 1,29 — 18 vgl. Joh. 1,39 — 20 Luk. 5,8 — 23 Luk. 5,10 — 25f vgl. Luk. 5,7 — 27 vgl. Luk. 5,10 — 27f vgl. S. 267, 23ff) [*](M U) [*](2 <σημεῖον>* 3 πάλιν] πόλιν U 5 τὰ < Μ 6 vor τέλεον + τὸ U 8 ὅτι *] διὸ MU | ἀμεταστρεπτεῖ M ἀμετάστρεπτοι U 11 ἀνέβην M 12 αὐ- τοῖς < U | [διὸ]* 13 [καὶ] * | ὅτε vgl. Z. 25] εἶτα U 16 <περὶ> * 18 μίαν < U 19 ἄγραν ἐπὶ τῷ πλήθει τῶν ἐχθύων *] ἐπὶ τῆ ἄγρα τῶν ἰχθύων MU 19f θαυμασάντων αὐτῶν U 22 στρέψαι U 22f πᾶσαν ἐργασίαν] ἀνεργασίαν U 24 ἀλλ᾿ U | ἔτι] ὅτι U 26 vor τοῖς + σὺν M 28 <τῶν> * )

270
αὐτῷ παρὰ Ἰωάννου <δὲ> ἀκηκοότων *, ὧν δύο εἷς ἦν ὁ Ἀνδρέας, <καθὼς> ἔφημεν, διανενοημένοι καλλίστως τὸν ἕτερον εἶναι πάλιν τάχα ἕνα τῶν υἱῶν Ζεβεδαίου διά τε τὸ συνεργὸν καὶ μέτοχον καὶ κοινωνικόν.

καὶ λοιπὸν μετὰ ταῦτα πάντα καταλείψαντες οἱ τέσσαρες τά τε πλοῖα καὶ ἁπλῶς ἅπαντα, ὥς φησιν, ἀφέντες εἰς τὴν γῆν ἠκολούθησαν αὐτῷ, ὡς ἔχει ἡ τοῦ Λουκᾶ μαρτυρία.

ὥστε ἐξ ἅπαντος δείκνυσθαι ὅτι οὐδεμία σκολιότης οὐδ᾿ ἐναντιότης ἐν τοῖς ἁγίοις εὐαγγελίοις οὐδὲ παρὰ τοῖς εὐαγγελισταῖς εὑρίσκεται, ἀλλὰ πάντα σαφῆ.

χρόνων δέ εἰσι διαστάσεις· ἐντεῦθεν γὰρ καὶ ἐπέκεινα, τῶν περὶ Πέτρον καὶ Ἰωάννην λοιπὸν συναγθέτων καὶ ἀκολουθούντων, ἐγένετο διδάσκων ἐν πάσῃ τῇ Γαλιλαίᾳ καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ λοιπὸν πλατυνομένου τοῦ κηρύγματος τὰ ἑξῆς τῶν θεοσημείων ἐπετέλει. ὥστε εἶναι ἐξ ἅπαντος τὴν ἀκολουθίαν ὧδε·

16. πρῶτον μὲν βαπτισθέντος αὐτοῦ κατ᾿ Αἰγυπτίους Ἀθὺρ δωδεκάτῃ, † ὡς ἔφημεν, πρὸ ἕξ εἰδῶν Νοεμβρίων — τουτέστιν πρὸ ἐξήκοντα ἡμερῶν πλήρης τῆς ἡμέρας τῶν Ἐπιφανείων, ἥ ἐστιν ἡμέρα τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως,