Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

14. Μετὰ ταῦτα ἀρχὴ κλήσεως τῶν περὶ Πέτρον ἀπὸ Ἀνδρέου σημαίνεται. ἀνῆλθε γὰρ παρ᾿ αὐτῷ Ἀνδρέας εἷς τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ, μαθητευομένων μὲν παρ᾿ Ἰωάννου, ἔτι δὲ ἐν τῇ Γαλλιλαίᾳ παραμενόντων καὶ <κατὰ> καιροὺς τῷ Ἰωάννῃ σχολαζόντων.

καὶ εὐθὺς μείναντος Ἀνδρέου ἐκείνην τὴν ἡμέραν (ὥρα ἦν ὡς δεκάτη), συμβέβνκεν αὐτῇ τῇ ἡμέρᾳ ἀπαντῆσαι αὐτὸν τῷ ἰδίῳ ἀδελφῷ Σίμωνι καὶ εἰπεῖν τὰ προειρημένα, ὅτι εὑρήκαμεν Μεσσίαν, καὶ ἀγαγεῖν αὐτὸν πρὸς τὸν κύριον καὶ τὰ ἑξῆς, [καὶ] ὡς ἔχει ἡ ἀκολουθία, ὅτι εἶπεν αὐτῷ· σὺ κληθήσῃ Κηφᾶς.

»καὶ τῇ ἐπαύριον ἠθέλησεν, φησίν, ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰνσοῦς· ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου«.

καὶ ὁρᾷς ὅτι τοῦτο διανοηθῆναι ἡμῖν δίδωσιν ὅτι τῶν δύο τῶν ἀκολουθησάντων, μαθητευομένων μὲν τῷ Ἰωάννῃ, μόνον ἑνὸς τὸ ὄνομα εἴρηκεν ὅτι Ἀνδρέας ἦν, τοῦ δὲ ἄλλου οὐκ εἴρηκεν·

ὡς διανοεῖσθαι ἡμᾶς τοῦτον [εἶναι] οὗ τὸ ὄνομα οὐκ εἴρηκε, διὰ τὸ ὁμόχωρον διὰ τὸ σύσκηνον διὰ τὸ ὁμότεχνον διὰ τὸ ὁμοεργὲς ἢ τὸν Ἰωάννην εἶναι ἢ τὸν Ἰάκωβον, ἕνα <δὲ> τῶν υἱῶν Ζεβεδαίου.

ἔδει γὰρ τούτους πρῶτον κληθῆναι, [*](1 Joh. 1, 23 — 7 vgl. Matth. 4, 12f u. Par. — 13 vgl. Joh. 1, 40 — 16 vgl. Joh. 1, 39ff — 20—23 vgl. Joh. 1, 43f) [*](M U) [*](1 τεθέαμαι + φησὶ M 2 τὸ *] ὅτι MU 5 ἐκείνῳ τῷ . . . χρόνῳ *] ἐκεῖνον τὸν . . . χρόνον ΜU 7 τῆς < U 8 * etwa <δεύτερον ἀπάντημα> * 9 ἦν] vgl. zu S. 266, 27 | ἔτι *] ὅτι MU 15 <κατὰ> * 18 μεσίαν M 19 [καὶ] * 21 φησίν < Μ 23 ἐκ τῆς πόλεως < Μ | τοῦτο *] τὸ MU 25 μόνον *] ἐξ ὧν MU 26 [εἶναι] * 27 ὁμόχωρον] ὅμορον Μ 29 <δὲ> *)

268
ἔπειτα τὸν Φίλιππον, κατὰ τὴν ἀκολουθίαν ὡς τέτακται ἐν τοῖς εὐαγγελίοις· Πέτρος πρῶτος, ἐπειτα Ἀνδρέας, εἶτα Ἰάκωβος, εἶτα Ἰωάννης, μετὰ τούτους Φίλιππος. ἀλλὰ περὶ τούτων τὰ νῦν ἐάσθω λέγειν· πολλὴ γάρ ἐστιν τῆς πραγματείας ταύτης ἡ ἀκολουθία.

15. Εἰς δὲ τὸ ζητούμενον ἀνακαμπτέον * ὅπερ ἐστὶ κατανοῆσαι, ὅτι καθάπερ τῷ Ἰωάννῃ ἤδη μαθητευόμενοι * καὶ τὸν ἰδίαν τέχνην ἐργαζόμενοι καὶ τῇ μαθητείᾳ προσανέχοντες, ὡσαύτως καὶ παρὰ τῷ Ἰσηοῦ ποιήσαντες πρώτην ἡμέραν, τῇ ἑξῆς ἀπελθόντες πάλιν ἐν τῇ ἁλείᾳ ἐσχόλαζον, ὡς ἔχουσιν αἱ ἀκολουθίαι τῶν ἑτέρων εὐαγγελίων.

μετὰ γὰρ τὸ τῇ αὔριον ἐξελθεῖν τὸν Ἰησοῦν εὐθὺς ἡ ἀκολουθία φάσκει ὅτι »τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἐκεῖ ἡ μήτηο τοῦ Ἰησοῦ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον".

ἀπὸ δὲ ἑκατέρων τῶν τῆς λεπτολογίας ῥημάτων καὶ ὑποθέσεως ἰστέον ἐστίν, ὅτι καὶ ἑτέρους συμπαρείληφε μαθητάς, οἵτινες σὺν αὐτῷ ἔμειναν, τάχα δὲ οἱ περὶ Ναθαναὴλ καὶ Φίλιππον καὶ ἄλλοι τινές. οἱ γὰρ περὶ Ἀνδρέαν ἀνεχώρησαν· οἱ δὲ παρ᾽ αὐτῷ μεμενηκότες ἐκλήθησαν καὶ αὐτοὶ εἰς τοὺς γάμους.

καὶ μετὰ τὰ ποιῆσαι τοῦτο πρῶτον σημεῖον κατελθὼν εἰς τὰ μέρη τῆς Καφαρναοὺμ ἐκεῖ κατῴκησε. καὶ λοιπὸν σημεῖα ἐκεῖ ἄρχεται ἐργάζεσθαι ἕτερα, ὅτε τὴν τοῦ ξηρὰν ἔχοντος χεῖρα ἰάσατο,