Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

13. Καὶ ὅτε διήγηται ταῦτα πάντα, λέγει »ταῦτα ἐγένετο ἐν Βηθαβαρᾷ«· ἐν δὲ ἄλλοις ἀντιγράφοις »ἐν Βηθανίᾳ, πέραν τοῦ Ἰορδάνου«.

καὶ μετὰ ταῦτα δείκνυσιν ὅτι εἶπον αὐτῷ οἱ ἀπὸ Ἰωάννου μαθηταί· »Ῥαββί, ποῦ μένεις; ὁ δὲ εἶπε· δεῦτε καὶ ἴδετε· καὶ ἀπῆλθον, καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην.«

καὶ τῇ αὔριον, »ὥρα ἦν ὡς δεκάτη, ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ· εὑρίσκει αὐτὸς πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν Μεσσίαν, [*](5 Joh. 1, 1. 3 —7 Joh. 1, 14 — 9—20 Joh. 1, 6—16 — 20 Joh. 1, 20.23 — 22 Joh. 1, 28; vgl. Origenes in Joh. VI 40; S. 149, 12ff Preuschen — 24—26 vgl. Joh. 1, 37—39 — 27—S. 266, 30 Joh. 1, 39c—2, 1) [*](M U) [*](1 ἀπὸ1 < Μ 2 Ἀβραὰμ] Ἀδὰμ U | Ἀδὰμ] Ἀβραὰμ U 2f οὔτε ἀπὸ (!) πέμπτης—τετάρτης ἡμέρας doppelt geschrieben U 4 ἐξότου U 5 ὁ1 < Μ 7f [καὶ ὁ Λόγος—εἴδομεν αὐτόν]* 11 πάντες < Μ 16 αἱμάτων U 17 φησίν hinter ἐγένετο Μ 19f ἡμεῖς πάντες U 22 διήγηται *] διηγεῖται MU 22f ἐν βηθαβρᾶ(!) ἐγένετο U 23 ἐν ἄλλοις δὲ U 24 εἶπεν Μ 28 αὐτὸς] οὗτος U 29 vor Μεσσίαν + τὸν Μ; vgl. S. 267, 18 | Μεσίαν M)

266
τὸν μεθερμηνευόμενον Χριστόν. οὗτος ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς,ὃ ἑρμηνεύεται Πέτρος.

τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ὁ Φίλιππος· ἔρχου καὶ ἴδε.

ἰδὼν δὲ ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκὴν εἶδόν σε. ἀπεκρίθη αὐτῷ Ναθαναὴλ καὶ εἶπε· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.

ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζονα τούτων ὄψει. καὶ εἶπεν αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας« καὶ τὰ ἑξῆς, ἵνα δείξῃ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τοῦ πειρασμοῦ καὶ μετὰ τὴν ἀπ᾿ αὐτοῦ τοῦ πειρασμοῦ ἐπάνοδον καὶ ὁρμὴν τὴν ἐπὶ Ναζαρὲτ καὶ Γαλιλαίαν, ὡς οἱ ἄλλοι τρεῖς εὐαγγελισταὶ ἔφησαν, πάλιν ἐπὶ τὸν Ἰορδάνην αὐτὸν ἡκέναι·

ὡς καὶ ἀπὸ τοῦ λόγου Ἰωάννου δειχθήσεται, φήσαντος οὕτως ὅτε εἶδεν αὐτὸν ἐρχόμενον τῇ ἐπαύριον [λέγει] »ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«. καὶ πάλιν τῇ ἄλλῃ ἡμέρᾳ ὡς εἶδεν αὐτὸν περιπατοῦντα ἔφη· »οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν«· [*](20ff eine ähnliche Zwischeneinschiebung von Joh. 1, 35—2, 11 zwischen die Versuchungsgeschichte und die Berufung der ersten Jünger schon bei Tatian, vgl. Zahn Forsch. I 125ff u. Hippolyt, vgl. dessen capp. adv. Caj. aus Dionysius bar Salibi in ev. Joh. bei Labriolle, sources de l᾿hist. du Mont. p. LXXIII — 21 vgl. Matth. 4, 12 Mark. 1, 14 Luk. 4, 14 — 25 Joh. 1, 29 — 26ff Joh. 1, 35f. 30) [*](M U) [*](2 ἐμβλέψας + δὲ U | ὁ2 < U S u. 9 Ναζαρὲθ Μ 10 ὁ < Μ 15 βασιλεὺς εἶ U | αὐτῷ < U 16 ὅτι2 < U 17 μείζω U 20 δείξῃ + ὅτι Μ 21 τὰς < Μ 22 Ναζαρὲθ Μ 25 [λέγει] *] λέγει Μ εἶπεν U 27 ἐστι, ebenso S. 267, 3] ἦν S. 267, 9; viell. richtiger 28 ἐρχόμενος + ὅτι Μ | γέγονεν, ὅτι πρῶτός μου < Μ)

267
»καὶ ἐμαρτύρησε, φησίν, Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν«.

τὸ δὲ »ἐμαρτύρησε« καὶ τό »οὗτός ἐστιν ὃν εἶπον ὑμῖν«, ὡς ἤδη περὶ ἄλλου καὶ ἄλλου καιροῦ παρῳχημένου λέγων, ἵνα δείξῃ οὐ τὸν αὐτὸν εἶναι καιρὸν τοῦτον ἐκείνῳ τῷ τοῦ βαπτίσματος χρόνῳ, ἀλλὰ ἄλλον παρ᾿ ἐκεῖνον.

οὔτε γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ πρὸς τὸν Ἰωάννην ἀφικνεῖται, ἀλλὰ πρῶτον μὲν εἰς τὸν Γαλιλαίαν, ἔπειτα δὲ ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην, ὅπερ ἦν τοῦτο πρὸς τὸν Ἰωάννην *· διὸ λέγει ὅτι »οὗτος ἦν ὃν εἶπον ὑμῖν« καὶ ἔτι τὸ εὐαγγέλιόν φησι »καὶ ἐμαρτύρησεν Ἰωάννης ὅτι τεθέαμαι«, ὡς ἤδη τοῦ πράγματος πρὸς καιρου τινος γεγονότος.