Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

12. Πλὴν ἐπὶ τὸ προκείμενον ἐλεύσομαι. ἀνενέγκαντος γὰρ τοῦ Λουκᾶ τὰς γενεαλογίας ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω καὶ φθάσαντος τὴν ἔμφασιν ποιήσασθαι τῆς ἅνωθεν τοῦ θεοῦ Δόγου παρουσίας ὁμοῦ τε συναφθέντος τῇ ἐνσάρκῳ αὐτοῦ οἰκονομίᾳ, ἵνα ἀποτρέψηται ἀπὸ τῶν πεπλανημένων τὴν πλάνην, οὑκ ἐνόησαν.

διὸ ὕστερον ἀναγκάζει τὸ ἅγιον πνεῦμα τὸν Ἰωάννην, παραιτούμενον εὐαγγελίσασθαι δἰ εὐλάβειαν καὶ ταπεινοφροσύνην, ἐπὶ τῇ γηραλέᾳ αὐτοῦ ἠλικίᾳ μετὰ ἔτηἐνενήκοντα τῆς αὐτοῦ ζωῆς, μετὰ τὴν ἀπὸ τῆς Πάτμου ἐπάνοδον τὴν ἐπὶ Κλαυδίου γενομένην Καίσαρος καὶ μετὰ [*](3ff vgl. Panarion Christentum 4, 6; I 232, 13ff u. Adamantius de recta in deum fide I 5; S. 10, 14f van de sande Bakhuyzen - 6 vgl. II Tim. 4, 10 — 9 II Tim. 4, 10; vgl. Eusebius h. e. IV 4, 8; S. 194, 5 Schwartz — 16 zu παραιτούμενον εὐγγελίσασθαι vgl. Clemens Al. bei Eusebius h. e. VI 14, 7; S. 550, 26 Schwartz προτραπέντα ὑπὸ τῶν γνωρίμων canon Murat. cohortantibus condescipulis et episcopis suis Hieronymus vir. ill. 9 rogatus ab Asiae episcopis prologus in Matth.; Migne 26, 19A coactus est ab omnibus paene tunc Asiae episcopis et multarum ecclesiarum legationibus — 18 μετὰ ἔτη ἐνενήκοντα, vgl. oben S. 250,8; wohl erschlossen aus Irenaeus adv. haer. II 22,5; I 331 Harvey Παρέμεινα γὰρ αὐτοῖς μέχρι τῶν Τραιανοῦ χρόνων ΙΙΙ 3, 4; II 15 zusammen mit III 1, 1; II 6 ἐξέδωκε τὸ εὐαγγέλιον ἐν Ἐφέσῳ τῆς Ἀσίας διατρίβων - 18f daß das Enangelium nach der Apokalypes geschrieben ist, behauptet ebenso der monarchianische Prolog zum Joh. Ev. S. 7 Corssen (TU B. 15 H. 1) hoc autem exangelium scripsit in Asia, posteaquam in Pathmos insula apocalypsin scripserat u. die „historia ecclesiastica“ S. 80f Corssen. — Die Nachricht, daß Johannes unter Claudius von Patmos zurückgekehrt (also unter Caligula dorthin verbannt worden sei? beachte hierfür das καὶ ἀνωτάτω unten c. 33, 9 u. Clemens Al. quis div. salv. 42,2; III 188, 3f τοῦ τυράννου τελευτήσαντος ἀπὸ τῆς Πάτμου τῆς νήσου μετῆλθεν ἐπὶ τὴν Ἔφεσον), nur hier. Anders Irenaeus adv. haer. V 30, 3; II 410 Harvey ἑωράθη . . . πρὸς τῷ τέλει τῆς Δομετιανοῦ ἀρχῆς Hieronymus vir. ill. 9 persecutionem moxente Domitiano in Patmos insulam relegatus scripsit apocalypsim u. die „historia ecclesiastica“ Corssen S. 80f. Κλαυδίου ist jedoch nicht zu ändern, da es ebenso durch das folgende μετὰ ἱκανὰ ἔτη τοῦ διατρῖψαι αὐτὸν ἐπὶ τῆς Ἀσίας wie durch die Wiederholung in c. 33, 9 gesichert ist. Vielleicht hängt die Angabe doch irgendwie mit den acta Johannis zusammen (gegen Zah, Forsch. VI 199f)) [*](M U ) [*](1 <καὶ τὸ ψεῦδος ἀγαπῶντες> * |ὑπὲρ]ἥπερ Μ 2 hinter Δουκᾶν vielleicht nach S. 256,18ff zu ergänzen <καὶ οὑδὲν ἐν αὐτῷ περὶ τῆς ἄνωθεν γεννήσεως>* 4 ἐπὶ τοῦ σωτῆρος, <τῷ λόγῳ Μ 5 ἐπανακάμωψαντι*]ἐπανακάμψαντος Μ U | ἐπτραπέντι*]ἐπιτραπέντος Μ U 6 τε*]δὲ M U 7 vor Ἰταλίᾳ +τῆ Μ 8 τινων +<ἄλλων>*?9 ὁ <Μ|Κρίσκης U 11f τῶ Λουκᾶ U 14 ἀποστρέψηται Μ 18 ἐαυτοῦ U | μετὰ τὴν + αὐτοῦ U)

264
ἱκανὰ ἔτη τοῦ διατρῖψαι αὐτὸν ἐπὶ τῆς Ἀσίας, [ἀναγκάζεται] ἐκθέσθαι τὸ εὐαγγέλιον.

καὶ οὐκ ἦν αὐτῷ χρεία περὶ τῆς ἐνσάρκου παρουσίας λεπτολογεῖν· ἤδη γὰρ ἠσφάλιστο. ἀλλὰ ὡς κατόπιν τινῶν βαίνων καὶ ὁρῶν αὐτοὺς ἐπὶ τὰ ἔμπροσθεν ὄντας καὶ ἐπὶ τὰ τὰ τραχύτατα ἑαυτοὺς ἐκδεδωκότας καὶ πλάνα καὶ ἀκανθώδη, ἀνακαλέσασθαι αὐτοὺς εἰς εὐθεῖαν ὁδὸν προενοεῖτο καὶ ἀσφαλιζόμενος ἐπικηρυκεύσασθαι αὐτοῖς καὶ εἰπεῖν· τί πλανάσθε; ποῖ τρέπεσθε; ποῖ πλανᾶσθε, Κήρινθε καὶ Ἐβίων καὶ οἱ ἄλλοι; οὐκ ἔστιν οὕτως ὡς νομίζετε.

ναί, ἐγεννήθη ὁ Χριστὸς κατὰ σάρκα δῆλον· ἰδοὺ γὰρ αὐτὸς ὁμολογῶ ὅτι ὁ Λόγος σὰρξ ἐγένετο. ἀλλὰ μὴ ἐξότε ἐγένετο σάρξ, νομίσητε τὸν αὐτὸν εἶναι· οὐκ ἔστι γὰρ ἀπὸ χρόνων Μαρίας μόνον, ὡς ἕκαστος ἡμῶν ἀφ᾿ ὅτου γεννᾶται ὑπάρχει, πρὶν δὲ τοῦ γεννηθῆναι οὐκ ἔστιν.

ὁ δὲ ἅγιος θεὸς Λόγος, ὁ υὁὸς τοῦ θεοῦ, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὐκ ἔστιν ἀπὸ χρόνων Μαρίας μόνον οὔτε ἀπὸ χρόνων Ἱωσὴφ μόνον, οὔτε Ἠλὶ οὔτε Λευὶ οὔτε Ζοροβάβελ οὔτε Σαλα- [*](2ff das Johannesevangelium als letztes, die andern nur ergänzendes Evangelium vgl. Irenaeus III 1, 1; II 6 Harvey Clemens Al. bei Eusebius h. e. VI 14, 5ff; S. 550, 17ff Schwartz Eusebius h. e. III 24, 7ff; S. 246, 17ff Schwartz — 3ff vgl. haer. 69, 23, 2ff — 9f Joh. 1, 14 — 14ff vgl. Luk. 3, 24—38) [*](M U) [*](1 ἐπὶ] ἀπὸ U |[ἀναγκάζεται] * 2f παρουσίας] πραγματείας U 5 ἐκδεδοκότας M | πλάνα *] πλάνη Μ πλάνας U 6 προενοεῖτο *] προνοοῦντας MU | ἀσφαλιζόμενος *] ἀσφαλιζομένου MU 7 αὐτοὺς Μ | εἶπε U 8 οἱ < Μ 10 τὴν < Μ 12 ὑμῶν Μ | ἀφ᾿ ὅτου] ἀπότε Μ | ἐγεννᾶται U 13 ἔστιν *] εἶναι MU | δὲ] γὰρ? * | ὁ2 < U 13f ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, *] Χριστὸς κύριος ἡμῶν Ἰησοῦς MU 15 Ζορομβάβελ U)

265
θιὴλ οὔτε Νάθαν οὔτε Δαυὶδ οὔτε ἀπὸ Ἰακὼβ οὔτε ἀπὸ Ἰσαὰκ οὔτε ἀπὸ χρόνων τοῦ Ἀβραὰμ οὔτε Νῶε οὔτε Ἀδὰμ οὔτε ἀπὸ τῆς πέμπτης ἡμέρας οὔτε ἀπὸ τῆς τετάρτης ἡμέρας οὔτε ἀπὸ τῆς τρίτης οὔτε ἐξότε ὁ κόσμος, ἀλλά »ἐν ἀρχῇ

ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε« καὶ τὰ ἑξῆς. [»καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν,

καὶ εἴδομεν αὐτόν«.] εἶτα »ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾿ αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐντ τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἵματος καὶ σαρκός, ἀλλ᾿ ἐκ θεοῦ ἐγεννήθησαν.