Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἀπὸ τούτων τῶν δύο αἱρέσεων τῶν ὁμοῦ ἀλλήλαις μιχθεισῶν, κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανῶν ἤτοι Πρισκιλλιανῶν, ἀνέκυψε πάλιν τῷ κόσμῳ ἑτέρα αἵρεσις Τεσσαρεσκαιδεκατιτῶν οὕτως καλουμένη.

καὶ οὗτοι μὲν πάντα ἔχουσιν ὡς ἡ ἐκκλησία, σφάλλονται δὲ ἀπὸ πάντων διὰ τὸ μὴ τῇ ἀκολουθίᾳ καὶ τῇ διδασκαλίᾳ τοῦ θεσμοῦ προσανέχειν, Ἰουδαϊκοῖς ἔτι μύθοις προσανέχοντες. καὶ οὐδὲ τὰ ἴσα αὐτοῖς δογματίζουσιν· »οὐ γὰρ ἃ λέγουσιν οἴδασιν οὔτε περὶ τίνων διαβεβαιοῦνται«.

ἅπαξ γὰρ τοῦ ἔτους μίαν ἡμέραν τὸ Πάσχα οἱ τοιοῦτοι φιλονείκως ἄγουσι, καίτοι γε περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καλῶς καὶ ἴσως <ἡμῖν> ἔχοντες, προφήτας τε δεχόμενοι [*](1 Gen. 3,16 — 3 I Tim. 2,12 — 4 I Kor. 11,8 — 5 ITim. 2,14 — 13 ff vgl. mit der Darstellung des Epiph. insbes. Eusebius h. e V 23f; S. 488, 7ff Schwartz Hippolyt refut. VIII 18; S. 237, 15ff Wendland Ps. Tertullian adv. omn. haer. 8 Filastrius haer. 58 Theodoret haeret. fab. III 4; außerdem unten Panarion haer. 70,9ff — 19 I Tim. 1,7 — 20 u. S. 245,5f vgl. Irenaeus bei Eusebius V 24, 12; S. 494, 16 Schwartz οἱ μὲν γὰρ οἴονται μίαν ἡμέραν δεῖν αὐτοὺς νηστεύειν — 21ff vgl. Hippolyt refut. VIII 18,2; S.238, 1ff Wendland ἐν δὲ τοῖς ἑτέροις οὗτοι συμφωνοῦσι πρὸς πάντα τὰ τῇ ἐκκλησίᾳ ὑπὸ τῶν ἀοστόλων παραδεδομένα) [*](M U) [*](1 ἀκούσουσι U 2 κυριεύση Μ 4 ἀνὴρ] ὁ ἄνθρωπος Μ |vor γυνὴ + ἡ Μ 5 ἡ < Μ 8 τινα | ἔμπλεων U | * <ἑρπετὸν καταθλάσαντες> * 12 λݲ] κݲθݲ M τῆς δὲ ἀκολουθίας] ἢ καὶ MU 14 κατὰ Φρύγα Μ | τε] δὲ Μ 15 οὕτω Μ 17 τῇ1<Μ 19 αὑτοῖς? * 20 τὸ] τοῦ U 22 <ἡμῖν>* | τε] δὲ U)

245
καὶ ἀποστόλους καὶ εὐαγγελιστάς, ἀνάστασιν δὲ σαρκὸς ὁμοίως ὁμολογοῦντες καὶ κρίσιν ἐσομένην καὶ ζωὴν αἰώνιον.

περιέπεσαν δὲ ἀστοχήματι καὶ οὐ τῷ τυχόντι οὗτοι, δῆθεν κεχρημένοι τῷ ῥητῷ ᾧ εἶπεν ὁ νόμος ὅτι »ἐπικατάρατος ὃς οὐ ποιήσει τὸ Πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός«.