Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ περὶ τοῦ τῶν ψυχῶν μεταγγισμοῦ πολλή τις ἡ φαυλότης τῆς παραπεποιημένης σου διανοίας, ἐθελόσοφε καὶ γνῶσιν ἀνθρώποις ἐπαγγελλόμενε. εἰ γὰρ μέρος θεοῦ ὑπάρχει καὶ ἀθάνατος, σώματα δὲ οἰκτρὰ οὐ μόνον εἴποιμι * θηρίων δὲ καὶ ἑρπετῶν καὶ κνωδάλων [*](Ö48) δυσγενῶν τῇ πλάσει αὐτῆς συνάπτεις τῇ ἀπὸ θεοῦ κατὰ σὲ τὴν οὐσίαν κεκτημένῃ, καὶ τί ἂν γένοιτο τούτου μοχθηρότερον;

3. Εἱμαρμένην δὲ παρεισάγεις, ὡς ἐξ αὐτῆς γίνεσθαι τὰ τῷ ἀνθρώπῳ συμβαίνοντα καὶ ἄλλοις. ἐξ ἑνὸς δὲ ῥητοῦ δι᾿ ἐπιτομῆς τοῦ λόγου ἀνατραπήσεται ἡ δὴ μυθοποιία. εἰ γὰρ εἱμαρμένης τὸ 30 σοφίζεσθαι τὸ συνετίζεσθαι τὸ λογικὸν γεννᾶσθαι καὶ ἄλογον καὶ τὰ [*](GU M 1 τουτὶ] τοῦτο Μ 2 ὁμοίως M 3 ἴσως) οὕτως G U 5 εἶναι *] καλεῖν G U M καλῶν Oh. Diels | πόσα] πρὸς a U 7 * etwa <ἐπιδώσω. ἀρκεῖ γάρ τὰ κεφαλαιωδέστατα> * 8 ἀκροθηγῶς U 11 σου] σαυτοῦ U 12 βεβιασμένος M 13 μὲν < Μ 14 ὃν < M 15 εἰς] ἐπὶ M | εἰ] ἤ U G | εὑρόμενος G 19 προσπορησαμένω G U 23 ἐπαγγελλόμενος M 24 * <ἀνθρώπων> * | θηρῶν G U | δὲ2 *] τε G U M 25 αὐτῆ G 28 ἄλλους 30 τὸ λογικὸν γεννᾶσθαι zweimal geschrieben, das erste Mal hinter τὸ σοφίζεσθαι Μ | καὶ1] ἤ? Jül.)

185
ἄλλα πάντα, παυσάσθωσαν νόμοι· ἐπικρατεῖ γὰρ ἡ εἱμαρμένη μοιχῶν τε καὶ ἄλλων· δίκην δὲ μᾶλλον τίσουσιν οἱ ἀνάγκην ἐπιτιθέντες ἀστέρες ἤπερ ὁ ἀναγκαζόμενος δρᾶσαι τὸ ἐπιχείρημα.

ἀλλὰ καὶ ἄλλως ἔτι περὶ τούτων ἐρῶ· ἀργείτωσαν αἱ διατριβαί, παυσάσθωσαν σοφισταί τε καὶ ῤήτορες καὶ γραμματικοί, ἰατροί τε καὶ ἄλλαι ἐπιστῆμαι βαναύσων τε τεχνῶν ἀμύθητον πλῆθος, καὶ μηκέτι μηδεὶς παιδευέτω, ειπερ ἐξ εἱμαρμένης τυγχάνει τῶν ἐπιστημῶν καὶ μὴ ἐκ γραμμάτων μαθήσεως ὁ πορισμὸς τῇ ἀνθρωπείᾳ φύσει. εἰ γὰρ εἱμαρμένη τὸν πεπαιδευμένον καὶ λογιώτατον παρεσκεύασε , μὴ μανθανέτω τις παρὰ τοῦ διδάσκοντος, ἀλλὰ τῇ φύσει † λαμβανέτωσαν τὴν εἴδησιν αἱ τοὺς μίτους κλώθουσαι Μοῖραι κατὰ τὸ φθέγμα τῆς κομπώδους σου διὰ λόγων πλάνης.