Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

αἱ δὲ τρόπον τινὰ ἐνδεικνύμεναι ἐνθουσιασμοῦ τοῖς παροῦσι λαοῖς ἀπάτην ἐργάζονται κλαίειν τε ποιοῦσιν πάντας ὡς εἰς οἶκτον μετανοίας ἄγουσαι,δάκρυα χεόμεναι καὶ σχήματί τινι ἐποδυρόμεναι τὸν τῶν ἀνθρώπων βίον.

ἐπίσκοποί τε παρ᾿αὐτοῖς γυναῖκες καὶ πρεσβύτεροι γυναῖκες καὶ τὰ ἄλλα. ὧν μηδὲν διαφέρειν φασίν »ἐν γὰρ Χριστῷ Ἰησοῦ οὕτε ἄρσεν οὕτε θῆλυ«.

ταῦτά ἐστιν ἃ κατειλήφαμεν. Ἀρτοτυρίτας δὲ αὑτοὺς καλοῦσιν ἀπὸ τοῦ ἐν τοῖς αὐτῶν μυστηρίοις ἐπιτιθέντας ἄρτον καὶ τυρὸν [καὶ] οὕτως ποιεῖν τὰ αὐτῶν μυστήρια.

3. πᾶσα δὲ ἀνθρώπων χλεύη ἐν τῷ ἀποστῆναι <καθέστηκεν> ἀπὸ τῆς ὁρθῆς πίστεως καὶ εἰς ἀμηχανίαν τρέπεσθαι καὶ εἰς διαφορὰς ἐνθουσιασμῶν τε καὶ ὀργίων. ἐκβακχευόμεναι γὰρ αἱ διάνοιαι ἀεὶ τοὺς μὴ κατέχοντας τὴν ἄγκυραν τῆς ἀληθείας, ἀλλ᾿ἐπιδιδόντας ἐαυτοὺς τῷ * φέρουσι κατὰ πᾶσαν ὁτιοῦν αἰτίαν.

κἄν τε γὰρ γυναῖκες παρ᾿ αὐτοῖς εἰς ἐπισκοπὴν καὶ πρεσβυτέριον καθίστανται διὰ [*](2 vgl. Act. 21, 9 u. Proclus bei Eusebius h. e. III 17, 4; S. 266,3 Schwartz; dazu den Anonymus V 17, 3; S. 470, 15 Schwartz Origenes bei Cramer Cat. in I. ad Corinth. S. 279 ταύτης δὲ τῆς ἐντολῆς οὐκ ἦσαν οἱ τῶν γυναικῶν μαθηταὶ οἱ μαθητευθέντες Πρισκίλλῃ καὶ Μαξιμίλλῃ. . .τέσσαρες, φασί, θυγατέρες ἦσαν Φιλλίππου τοῦ εὐαγγελιστοῦ καὶ προεφήτευον. εἰ δὲ προεφήτευον, τί ἄτοπόν ἐστι καὶ τὰς ἡμετέρας, ὥς φασιν ἐκεῖνοι, προφήτιδας προφητεύειν (aus Origenes schöpft Didymus de trin. III 41,3; Migne 39,988 C u. der dial. orth. et Mont. Ficker ZKG XXVI 456,24ff) – 3 zur Bußpredigt im Kreis der montanistischen Gemeinde vgl. den Anonymus bei Eusbius V 18,9; S. 464, 5ff Schwartz τοῦ πνεύματος . . . ἔσθ᾿ὅπῃ δὲ καὶ κατακρίνοντος στοχαστικῶς ἀξιοπίστως αὐτοὺς ἄνττικρυς, ἴνα καὶ ἐλεγκτικὸν εἶναι δοκῇ -10 Gal. 3, 28 - 12 vgl. Filastrius haer. 74; S. 38, 18 Marx u. Acta Perp. et Felic. 4 de caseo quod mulgebat dedit mihi quasi buccellam; et ego accepi iunctis manibus et manducaui, et universi circumstantes dixerunt Amen) [*](M U) [*](2 καὶ <U 3 ἐαυτῶν U 7 πάντας <U | εἰς <U 9 ὦν *]ὡς ΜU 10 φασίν*]φησίν Μ U, φύσιν Pet. 12 [καὶ] Öh. 14 <καθέστηκεν>* 15f διαφορὰν U 16 ὁργίων]ἐνεργειῶν U | ἐκβαχευομένων Μ 18 αὐτοὺς| * etwa <ἰδίῳ λογισμῷ>* |φέρουσι* ]φέροντι Μ U | τε]γε Μ)

244
τὴν Εὔαν, ἀκούσωσι τοῦ κυρίου λέγοντος »πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει«.

λέληθε δὲ αὐτοὺς καὶ ὁ ἀποστολικὸς λόγος ὅτι »γυναικὶ οὐκ ἐπιτρέπω λαλεῖν οὔτε αὐθεντεῖν ἀνδρός« καὶ πάλιν »οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός. ἀλλὰ γυνὴ ἐξ ἀνδρός« καὶ »ὁ Ἀδὰμ οὐκ ἠπάτηται, ἀλλ᾿ ἡ Εὔα πρώτη ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν«. καὶ ὦ τῆς πολυφόρου πλάνης τοῦ κόσμου τούτου.

διὸ ὡς νωδόν τι καὶ ἀφροσύνης ἔμπλεον ἀσκαλαβώτου δίκην * ταύτην παρελθὼν ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, ὦ ἀγαπητοί, θεὸν ἐπικαλούμενος καλούμενος εἰς βοήθειαν τῆς ἡμετέρας ταπεινότητος καὶ εἰς πλήρωσιν τῆς ἡμῶν ἐπαγγελίας.

Ἀπὸ τούτων τῶν δύο αἱρέσεων τῶν ὁμοῦ ἀλλήλαις μιχθεισῶν, κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανῶν ἤτοι Πρισκιλλιανῶν, ἀνέκυψε πάλιν τῷ κόσμῳ ἑτέρα αἵρεσις Τεσσαρεσκαιδεκατιτῶν οὕτως καλουμένη.