Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πολλάκις δὲ ἐν τῇ αὐτῶν ἐκκλησίᾳ εἰσέρχονται λαμπαδηφοροῦσαι ἐπτά τινες παρθένοι, λευχείμονες παρθένοι, λευχείμοννες δῆθεν ἐρχόμεναι, ἵνα προφητεύσωσι τῷ λαῷ.

αἱ δὲ τρόπον τινὰ ἐνδεικνύμεναι ἐνθουσιασμοῦ τοῖς παροῦσι λαοῖς ἀπάτην ἐργάζονται κλαίειν τε ποιοῦσιν πάντας ὡς εἰς οἶκτον μετανοίας ἄγουσαι,δάκρυα χεόμεναι καὶ σχήματί τινι ἐποδυρόμεναι τὸν τῶν ἀνθρώπων βίον.

ἐπίσκοποί τε παρ᾿αὐτοῖς γυναῖκες καὶ πρεσβύτεροι γυναῖκες καὶ τὰ ἄλλα. ὧν μηδὲν διαφέρειν φασίν »ἐν γὰρ Χριστῷ Ἰησοῦ οὕτε ἄρσεν οὕτε θῆλυ«.

ταῦτά ἐστιν ἃ κατειλήφαμεν. Ἀρτοτυρίτας δὲ αὑτοὺς καλοῦσιν ἀπὸ τοῦ ἐν τοῖς αὐτῶν μυστηρίοις ἐπιτιθέντας ἄρτον καὶ τυρὸν [καὶ] οὕτως ποιεῖν τὰ αὐτῶν μυστήρια.