Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τινῶν κνωδάλων διερχομένων διὰ τοῦ ἡμετέρου [*](2 Gen. 2, 21; vgl. die Verwertung der Stelle bei Tertullian de anima 21 u. 45 — 12 ff vgl. Tertullians Auseinandersetzungen über das Verhältnis von Traum und Ekstase de anima 45 und Philo de somniis) [*](M U) [*](1 ὅμοιά τινα εἶναι *] ὁμοίαν τινὰ ἕνα M ὁμοίαν τινὰ ἀποτελέσαι U | ἵνα δὴ παραστήσωσιν] παραστήσουσιν, < ἵνα δὴ U | * etwa <ἀπ᾿ αὐτῶν τὴν ἑαυτῶν ψευδολογίαν, ὡς> * 3 ἀλλὰ] καὶ U | τούτω M | εἴη < U | ἐκείνῳ *] ἐκεῖνο M ἐκείνου U 4 ὁ < M 5 τῆς < M 8 ἡ < M 9 κατὰ U 10 διὰ τὸ] τῶ U 10f ἐπενενέχθαι M 13 ὑπνοῖν U | μεθιστῶνται M 15 καὶ < U 16 ἢτουν M | <ἡ> * 17 ἢ < U | εὐωδμίας M 19 τῷ < M | ἀλιαυρῶν M 20 ἐπειδὴ γὰρ] ἐπειδήπερ U 21 ὕπαρ ὄντι *] ὑπάρχοντι M ὕπαρ U | ἐνεργεῖ M 22 ἀλλ᾿ U | vor κατὰ + καὶ M 23 τινῶν] τῶν U 23f οὐκ ἐπακούει] οὐχ ὑπακούει U)

227
σώματος οὐκ αἰσθανόμεθα τῆς αὐτῶν περὶ τὸ σῶμα ἡμῶν ἁφῆς, εἰ μή τι βαρέως ἡμῖν ἐπιθῶνται τὰ κνώδαλα, ὡς τοῦ παντὸς ὀργάνου διὰ τὴν ἀνάπαυσιν τοῦ ὕπνου ἐκστάντος ἀπὸ τῆς ἐνεργίας.

τὸ μὲν γὰρ ὄργανον, φύσεως ὂν γηίνης καὶ περὶ τὴν ψυχὴν ἔχον, διὰ τὸ οὕτως ἐκ θεοῦ [τὸ] χρήσιμον ἡμῖν γεγενῆσθαι ἀποδίδοται αὐτῷ καιρὸς μεθιστῶν αὐτὸ ἀπὸ τῆς ἐναργεστάτης αἰσθήσεως εἰς κατάστασιν ἀναπαύσεως· αὐτὴ δὲ ἡ ψυχὴ οὐκ ἐξέστη τοῦ ἡγεμονικοῦ οὐδὲ τοῦ φρονήματος.

πολλάκις γὰρ φαντάζεται καὶ ὁρᾷ ἑαυτὴν ὡς ἐν ἐγρηγόρσει καὶ περιπατεῖ καὶ ἐργάζεται καὶ ποντοπορεῖ καὶ δημηγορεῖ, καὶ ἐν πλείοσι καὶ ἐν μείζοσι τούτων δι᾿ ὀνειράτων ἑαυτὴν θεωμένη·

οὐ μὴν κατὰ τὸν ἀφραίνοντα καὶ ἐν ἐκστάσει γινόμενον ἐκστατικὸν ἄνθρωπον, τὸν τῷ σώματι καὶ τῇ ψυχῇ ἐγρηγορότα τὰ δεινὰ μεταχειριζόμενον καὶ πολλάκις ἑαυτῷ δεινῶς χρώμενον καὶ τοῖς πέλας· ἀγνοεῖ γὰρ ἃ φθέγγεται καὶ πράττει, ἐπειδήπερ ἐν ἐκστάσει γέγονεν ἀφροςύνης ὁ τοιοῦτος.

6. Ταῦτα δὲ πάντα διὰ τό »ἐπέβαλε κύριος ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσεν« ἀνάγκην ἐσχήκαμεν, ὦ ἐπιπόθητοι, συναγαγεῖν <περὶ> τὰς διαφορὰς τῶν τρόπων τῆς ἐκστάσεως.

καὶ ἐφράσαμεν δι᾿ ἣν αἰτίαν ἐκεῖ παρὰ κυρίου ἔκστασις εἴρηται ἡ τοῦ ὕπνου μετοχή, ὅτι διὰ τὴν τοῦ θεοῦ φειδὼ καὶ φιλανθρωπίαν, ἣν πᾶσι μὲν ἀνθρώποις ὁ αὐτὸς δεδώρηται εἰς τὸ μεταφέρεσθαι τὸν ἄνθρωπον ἀπὸ μερίμνης εἰς ἀνάπαυσιν ὕπνου καὶ τῶν ἐν τῷ βίῳ χρειωδῶν πραγμάτων·

ἐκεῖ δὲ περιττοτέρως ἐκείνην ἐκστασιν κέκληκε διὰ τὸ ποιῆσαι αὐτὸν πρὸς τὴν ὥραν μὴ αἰσθάνεσθαι πόνου, δι᾿ ἣν ἔμελλε λαμβάνειν πλευρὰν ἀπ᾿ αὐτοῦ καὶ πλάσσειν αὐτῷ αὐτὴν εἰς γυναῖκα.

ἀλλὰ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν καὶ διανοημάτων. εὐθὺς γὰρ ἀναστὰς ἐπέγων καὶ εἶπε »τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή«.

καὶ ἐπίσταται γάρ, ὡς ὁρᾷς, καὶ τὰ πρῶτα καὶ τὰ παρόντα καὶ προφητεύει περὶ τῶν μελλόντων. ἰδοὺ γὰρ ἐπέγνω τὰ πρῶτα ὅτε ἦν [*](16 Gen. 2,21 — 27 Gen. 2, 23) [*](M U) [*](2 ἡμῖν hinter ἐπιθῶνται U | ἐθῶνται M 5 τῶν χρηςίμων U | [τὸ] * | αὐτῷ] τῶ ὕπνω U 6 ἐνεργεστάτης U 6f κατάστασιν *] μετάστασιν M U 7 αὐτὴ] αὕτη U | δὲ] δὴ M 8 καὶ ὁρᾷ < U 9 γρηγορήσει U 9f καὶ δημηγορεῖ < U 10 ἐν2 < U 12 τῷ] τὸ U | τῇ < M 18 <περὶ> * | τῆς ἐκστάσεως ] καὶ δι᾿ ἐκστάσεως M | ἐφράσαμεν + <δὴ>? * 20 μὲν πᾶσιν M 25 αὐτὴν αὐτῶ U 28 αὐτὴ] αὕτη U 30 ὅτε] ὅτι M )

228
ἐν ὕπνῳ, λέγων ὅτι »ὀστοῦν ἐκ τῶν ὀστῶν μου«· καὶ ἐπέγνω τὰ παρόντα, μετὰ τὸ πλασθῆναι τὴν γυναῖκα ἐπιγνοὺς αὐτὴν ἀπὸ τοῦ σώματος <αὐτοῦ> ἠρμένην·

καὶ ἐπροφήτευσε περὶ τῶν ἐσομένων, ὅτι »ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«. ταῦτα δὲ οὐκ ἐκστατικοῦ ἀνδρὸς οὐδὲ ἀπαρακολουθήτου, ἀλλὰ ἐρρωμένην ἔχοντος τὴν διάνοιαν.