Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τίς τοίνυν τῶν παρακολουθούντων καὶ μετὰ συνέσεως δεχομένων τὸν τῆς ὠφελείας λόγον καὶ τῆς ἑαυτῶν ζωῆς ἐπιμελομένων οὐ καταγνώσεται τῆς τοιαύτης παραπεποιημένης ὑποθέσεως καὶ τοῦ λόγου τοῦ αὐχοῦντος ἑαυτὸν ἐν προφήταις καταλέγεσθαι, μὴ δυναμένου τὰ ὅμοια λέγειν προφήταις;

οὔτε γὰρ πνεῦμα ἅγιον ἐλάλησεν ἐν αὐτῷ. τὸ γὰρ εἰπεῖν »ἐφίπταμαι καὶ πλήσσω καὶ γρηγορῶ καὶ ἐξιστᾷ κύριος καρδίας«, ἐκστατικοῦ ῥήματα ὑπάρχει ταῦτα καὶ οὐχὶ παρακολουθοῦντος, ἀλλὰ ἄλλον χαρακτῆρα ὑποδεικνύντος παρὰ τὸν χαρακτῆρα τοῦ ἁγίου πνεύματος τοῦ ἐν προφήταις λελαληκότος.

Εἰ δὲ θελήσουσι παραπλέκειν τῇ ἀληθείᾳ τὸ ψεῦδος καὶ ἀνοητεῖν τὸν νοῦν τῶν τῆς ἀκριβείας ἐπιμελομένων, ἑαυτοῖς τε ἐπισωρεύουσι λόγους, δι᾿ ὧν παραποιητεύονται τὴν ἑαυτῶν πλάνην, [*](11 ff vgl. Miltiades bei Eusebius h. e. V 17, 1; S. 470, 5 Schwartz περὶ τοῦ μὴ δεῖν προφήτην ἐν ἐκστάσει λαλεῖν Didymus in Act. 10, 10f; Migne 39, 1677 A οἱ γυναικῶν παραπαιουσῶν ἑλόμενοι εἶναι μαθηταὶ (οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῆς Φρυγίας) φασὶ τοὺς προφήτας κατεχομένους ὑπὸ τοῦ ἁγίου πνεύματος μὴ παρακολουθεῖν ἑαυτοῖς παραφερομένοις κατὰ τὸν τῆς προφητείας καιρόν. δοκοῦσι δὲ ἀπόδειξιν ἔχειν ταύτης τῆς κακοδοξίας καὶ ἐκ τῆς προκειμένης γραφῆς Ders. in II Kor. 5, 13; Migne 39, 1704 D f Hieronymus in Eph. II 3; Migne 26, 470 B f) [*](M U) [*](1 ἐξιστάνων Scaliger] ἐκστάνων MU 3 ἐπιμελωμένων M 7 ἐγρηγορῶ M 9 ὑποδεικνύοντος U 11 τὸ < M 11 f ἀνοητεῖν] ἀγνοεῖν U 12 τῶν . . . ἐπιμελομένων *] τὸν . . . ἐπιμελόμενον U τὸν . . . ἐπιλεγόμενον M | τε *] δὲ MU 12 f ἐπισωρεύειν U)

226
ὅμοιά τινα εἶναι λέγοντες, ἵνα δὴ παραστήσωσιν * ἀπὸ τοῦ τὴν ἁγίαν γραφὴν εἰρηκέναι »ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσε«, ἀλλὰ οὐκέτι ὅμοιον τοῦτο εἴη ἐκείνῳ.

οὐ γὰρ καὶ ἐνταῦθα σῶμα ἔμελλε πλάσσειν ὁ θεός, ἀφ᾿ οὗ εἰς ἔκστασιν ἔφερεν, ἵνα τὰ ὅμοια ἐπενέγκῃ δι᾿ ὑπερβολὴν τῆς φιλανθρωπίας.

τῷ γὰρ Ἀδὰμ ἐπήνεγκε τὴν ἔκστασιν τοῦ ὕπνου, οὐκ ἔκστασιν φρενῶν. ἔκστασις δὲ κατὰ διαφορὰς πολλὰς ἔχει τὸν τρόπον. ἔκστασις δι᾿ ὑπερβολὴν θαύματος λέγεται καὶ ἔκστασις λέγεται ἡ μανία διὰ τὸ ἐκστῆναι τοῦ προκειμένου.

ἐκείνη δὲ ἡ τοῦ ὕπνου ἔκστασις κατ᾿ ἄλλον τρόπον ἐρρέθη, κατὰ τὴν φυσικὴν ἐνέργειαν, μάλιστα διὰ τὸ βαθυτάτως αὐτὴν ἐπενηνέχθαι τῷ ἁγίῳ Ἀδὰμ καὶ ἐν χειρὶ θεοῦ πεπλασμένῳ.

5. Καὶ γὰρ ἀληθῶς ἔστιν ἰδεῖν ὡς δικαίως ἔκστασιν ταύτην ἡ θεία γραφὴ κέκληκεν. ἐν τῷ γὰρ ὑπνοῦν τὸν ἄνθρωπον μεθίστανται πᾶσαι αἱ αἰσθήσεις, εἰς ἀνάπαυσιν τραπεῖσαι, ὡς οἷον εἰπεῖν παροῦσα ἡ διορατικὴ οὐχ ὁρᾷ· ἀποκέκλεισται γὰρ τὸ ὄμμα καὶ ἡσυχάζει τὸ κινοῦν ἐν τῷ ἀνθρώπῳ πνεῦμα εἴτ᾿ οὖν <ἡ> ψυχή.

δυσοδμίας οὔσης ἐν οὔκῳ ἢ καὶ εὐοδμίας, καίτοι γε παρούσης τῆς ὀσφραντικῆς αἰσθήσεως, οὐκ ἀντιλαμβάνεται· ἐξέστη γὰρ ἡ τοιαύτη αἴσθησις εἰς ἀνάπαυσιν τραπεῖσα.

πικρῶν ὄντων χυμῶν ἐν τῷ στόματι ἢ ἁλμυρῶν ἢ γλυκέων τὸ γευστικὸν οὐκ αἰσθάνεται, ἐπειδὴ γὰρ ἐν ἐκστάσει τῆς ἀναπαύσεως κεῖται μὴ ἐνεργοῦν, ὅπερ ἐν τῷ ὕπαρ ὄντι ἐνήργει.

ἀκοὴ πάρεστιν, ἀλλὰ ἀργεῖ τὸ ἀκουστικὸν κατὰ τὴν αἴσθησιν. καὶ πολλάκις τινῶν λαλούντων ἐν οἴκῳ, εἰ μή τι διυπνισθῇ ὁ ἄνθρωπος, οὐκ ἐπακούει τῶν παρά τινων ῥηθέντων διὰ τὸ ἀποστῆναι τὴν ἐνέργειαν πρὸς τὴν ὥραν.