Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

αὕτη δὲ ἀληθεὺει φευδομένη, καὶ μὴ βουλομένη. καλῶς γὰρ λέγει φάσκουσα μὴ αὐτῆς ἀκούειν, ἀλλὰ Χριστοῦ. πολλάκις γὰρ τὰ ἀκάθαρτα πνεύματα πνεύματα ἀναγκάζεται [*](1 vgl. Jes. 63,9; Tertullian adv. marc. IV 22 beziegt die Stelle auf Christus — 6 Col. 2,19 — 13 vgl. Tertullian adv. Prax. 1 et nos quidem postea agnitio paracleti atque defensio disiunxit a psychicis — 20 vgl. Luk. 10,16 — 24 vgl. Act. 4,20 II Petr. 1,18 — 25 Luk. 10,16 — I Kor. 11.1) [*](M U ) [*](2 ἀλλὰ U 3 δὲ < M 5 ἐκκλησία M | κεφαλῆ M 8 υἱὸν < U 9 αὐτὸν M 15 ὑπισχνούμενον *] ὑπισχνούμενα MU; vielleicht noch besser ὑπισχνού<μενον γεγενη>μένα * 16 δὲ < U < Μ δὲ U | μὴ αὐτῆς ἀκούειν < U)

236
ἑαυτὰ καθαιρεῖν, <ὡς> οὐκ ὄντα τῆς ἀληθείας, καὶ ὑποφαίνειν τὸν κύριον αὐτῶν, θέλοντα καὶ μὴ θέλοντα, δι᾿ ἀνάγκην·

ὡς ἡ παιδίσκη ἡ ἔχουσα πωεῦμα Πύθωνος ἔλεγεν »οὗτοι οἱ ἄνθρωποι τοῦ θεοῦ δοῦλοι τοῦ ὑψίστου εἰσί«, καὶ τό »τί ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς΄οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ«, οὕτως καὶ αὕτη ἀναγκαζομένη ἔλεγεν αὐτῆς μὴ ἀκούειν ἀλλὰ Χριστοῦ.

πῶς οὖν τοῦτο οἱ παρ᾿ αὐτῆς ἀκηκοότες και αὐτῇ πεπιστευκότες βούλονται αὐτῆς ἀκούειν, παρ᾿ αὐτῆς μαθόντες μή αὐτῆς ἀκούεινν ἀλλὰ κυρίου; καὶ γὰρ ἀληθῶς ἐπίγεια φθεγγομένης αὐτῆς, εἰ παρῆν αὐτοῖς σύνεσις, οὐκ ἔδει αὐτὴν ἀκούεσθαι. καὶ μὴ λέγε ὅτι παρηκολούθει.

οὐ γὰρ παρακολουθοῦντός ἐστιν τὸ διδάσκειν καὶ ἑαυτὸν ἀνατρέπειν. εἰ γὰρ ὅλως λέγει »μὴ ἀκούετέ μου«, ποῖον ἦν τὸ πνεῦμα τὸ λαλοῦν ἐν αὐτῆ: εἰ γὰρ αὐτὴ ἔλεγεν ἧ ἄνθρωπος.

ἄρα οὐκ ἦν ἐν πνεύματι ἀγίῳ. ἡ γὰρ λέγουσα »μὴ ἀκούετέ μου «δῆλον ὅτι τὸ ἀνθρώπινον ἔλεγε καὶ οὐκ ἦν ἐν πνεύματι ἁγίῳ. εἰ δὲ μὴ οὖσα ἐν πνεύματι ἁγίῶ ἄνωθεν, οὖσα δὲ τοῦ ἀνθρωπίνου φρονήματος, ἀλλὰ ἀνθρωπίνῳ φρονήματι ἐλάλει καὶ ἐφθέγγετο.

εἰ δὲ πνεύματι ἁγίῳ ἐλάλει καὶ ἐπροφήτευε, ποῖον ἦν ἄρα τὸ πνεὺμα τὸ ἅγιιον τὸ λέγον »ἐμοῦ μὴ ἀκούετε;« καὶ πολλή ἐστι τῆς ἀπάτης ἡ τύφλωσις καὶ μέγας ἐστὶν ὁ τοῦ θεοῦ λόγος, ὁ κατὰ πάντα τρόπον ἡμὰς συνετίζων εἰς τὸ εἰδέναι ἡμᾶς ποῖς τὰ ἐκκ τοῦ πνεύματος τοῦ ἁγίου λελαλημένα, πῆ μὲν ἐκ προσώπου πατρός, πῆ δὲ ἐκ προσώπου τοῦ υἱοῦ, πῆ δὲ ἐκ προσώπου τοῦ ἁγίου πωεύματος.