Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ εἰ τὸ ἐν μαξιμίλλῃ πνεῦμα <πνεῦμα> ἅγιον ἦν, οὐκ ἀπηγόρευε τὰ ἴδια ῥήματα· »ἓν γὰρ ἐστι τὸ ἅγιον πνεῦμα, τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται«.

εἰ δὲ ἔχει ἐξουσίαν διαιρεῖν ὡς βούλεται, λέγεται δὲ πνεῦμα γνώσεως καὶ πνεῦμα εὐσεβνείας καὶ λέγεται πνεῦμα Χριστοῦ [εἶναι] καὶ πνεῦμα πατρός, τὸ ἐκ [*](2 vgl. S. 237,12 — 3 Act. 16, 16f — 4 Matth. 8,29 — 25 I Kor. 12,11 — 27 Jes. 11,2 — 28 Röm. 8,9 — Joh. 15,26) [*](M U ) [*](1 <ὡς> 4 δοῦλοι < Μ 5 οὕτως *] ὡς ΜΘ 7 αὐτῆς2 + οὐκ M 8 παρ᾿ αὐτῆς μαθόντες—ἀκούειν2<M 9 ἐπίγεια < M | αὐτοῖς]αὐτῆς M 13 γὰρ] < Μ |ᾗ Pet.] ἢ MU 14 ὅτι < M 15f εἰ δὲ—ἁγίῶ< M 15 εἰ *] ἡ U 16 φρονήματος + <ἐλάλει>?* 17 μὴ ἔχουσα< M 19 ἐπροεφήτευεν M | ποῖονν ἄρα ἦν U 20 πολλῆς M 21 ἡμᾶς < U 26f εἰ δὲ ἔχει—ὡς βούλεται Μ U 27 γνώσεως καὶ πωεῦμα < U 28 καὶ λέγεται] λέγεται δὲ M | εἶναι vor πνεῦμα Χριστοῦ U | [e=inai] * 28f πατρὸς τὸ ἐκ τοῦ πατρὸς] παρὰ πατρὸς U)

237
τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ ὄν, ἄρα οὐκ ἐλεγε »μὴ ἀκούετέ μου«.

τὰ γὰρ Χριστοῦ τὸ πνεῦμα ἐλάλει καὶ ὁ Χριστὸς τὸ πνεῦμα ἀποστέλλει καὶ ε᾿ν πνεύματι ἁγίῳ ἐκβάλλει τὰ δαιμόνια, καὶ ὁ υἱὸς τὰ τοῦ πατρὸς λέγει καὶὁ πατὴρ τὸν υἱὸν ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἵνα γινώσκωσιν αὐτὸν καὶ δοξάσωσι, καθὼς δοξάζοθσι τὸν πατέρα.

καὶ διέπεσε κατὰ πά΄ντα τρόπον ἡ τῶν ἀπαλλοτριούντων ἑαυτοὺς διάνοια ἀπὸ τῆς τοῦ Χριστοῦ ἀκολουθίας.

13. Φάσκει δὲ πάλινἡ αὐὴ Μαξξίμιλλα, ἡ τῆς παρακολουθίας γνῶσις καὶ διδασκαλία, ἵνα καὶ χλευαστικῶς εἴπω, ὅτι »ἀπέστειλέ με κύριος τούτου τοῦ πόνου καὶ τῆς συνθήκης καὶ τῆς ἐπαγγελίας αἱρετιστὴν μηνυτὴν ἑρμηνευτήν, ἡναγκασμένον, θέλοντα καὶ μὴ θέλοντνα, γνωθεῖν γνῶσιν θεοῦ«.

σκοπήσωμεν οὖν τῆς ἡμῶν ζωῆς τὴν εὐσταθῆ βα΄σιν καὶ τὴν ὁδὸν τοῦ φωτός, ὦ ἀγαπητοίκ, καὶ μὴ σφαλῶμεν διὰ τῶν λόγβν τοῦ δι᾿ ἐναντίας καὶ τοῦ βοσκήματος τοῦ ἀλλοτρίου πνεύματος.