Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ καὶ Ἠσαῦ τὰ πρωτοτόκια δι᾿ ἑψέματος πυροῦ ἀπώλεσεν, ὥς φησιν ἡ γραφή, τὸ αὐτὸ καλοῦσα ἕψεμα πυροῦ καὶ φακῆς (οἶμαι δὲ τάχα ὅτι οὐκ ἀπὸ πυροῦ τουτέστιν ἀπὸ σίτου ἦν, ἀλλὰ τάχα ὡς ἤδη ἑψημένον λείψανον φακοῦ καὶ ἔτι ἐπιτεθὲν πυρὶ τὸ αὖθις πυρωθὲν ἡ γραφὴ <ἕψεμα> πυροῦ διηγήσατο, διὰ τὸ ἐπιθερμανθῆναι μετὰ τὸ ψυχρωθῆναι).

καὶ ὡς ἐκεῖνος δι᾿ οἶνον ἐγυμνώθη μηδὲν ἀδικηθείς, οὕτως οὗτος μᾶλλον διὰ πεῖναν καὶ ἀπληστίαν τὰ πρωτοτόκια ἀπολέσας [μᾶλλον] ὑπὲρ τὸν οἶνον ἠδίκηται. καὶ οὐδὲν ἰσχύει ἐγγὺς τῆς ἀληθείας παραπεποιημένη λέξις οὐδὲ μυθώδης τις ἐπινενοημένη δραματουργία.

3. Σεμνύνονται δὲ δῆθεν ἐγκράτειαν, σφαλερῶς τὰ πάντα ἐργαζόμενοι, μέσον γυναικῶν εὑρισκόμενοι καὶ γυναῖκας πανταχόθεν ἀπατῶντες, γυναιξὶ δὲ συνοδεύοντες καὶ συνδιαιτώμενοι καὶ ἐξυπηρετούμενοι ὑπὸ τῶν τοιούτων, ἔξω μὲν τῆς ἀληθείας ὄντες, »μόργωσιν μόνον κεκτημένοι, τὴν δὲ δύναμιν αὐτῆς τῆς εὐσεβείας ἠρνημένοι«.

οἵου γὰρ ἄν τις ἔργου καταλείψῃ μέρος, τὸ πᾶν πλήρωμα ἀφῆκεν διὰ τοῦ ἑνὸς μέρους τοῦ καταλελειμμένου. ὅθεν τὰ παρ᾿ αὐτοῖς μυστήρια δι᾿ ὕδατος μόνον γίνεται, οὔτε μυστήρια ὄντα, ἀλλὰ κατὰ μίμησιν τῶν ἀληθινῶν [τὰ] ψευδῆ γινόμενα.

ὅθεν καὶ ἐν τούτῳ ἐλεγχθήσονται ἀπὸ τοῦ εὐθέος τοῦ σωτῆρος λόγου τοῦ λέγοντος »οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τούτου τῆς ἀμπέλου ταύτης, ἕως ἂν πίω αὐτὸ καινὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μεθ᾿ ὑμῶν«.

Πάλιν οὖν ταύτην παρωςάμενοι χειρὶ κραταιᾷ τῆς ἀληθείας ὡς κνώδαλον ὀδυνηρὸν ὀδόντων ἀφῃρημένον ἐπὶ τὰς ἑξῆς ἴωμεν, συνήθως τὸ θεὸν τῶν ὅλων ἐπικαλούμενοι ὁδηγόν τε καὶ ἀμυντῆρα τῶν δεινῶν, ἐπίκουρόν τε τῆς φρονήσεως δότην τε ὄντα αὐτὸν τῆς σοφίας,

ἵν᾿ ἡμεῖς παρ᾿ αὐτοῦ τἀληθῆ μανθάνοντες τὰς τῶν ἄλλων * ἀποκαλύπτειν δυνηθείημεν καὶ τὴν κατ᾿ αὐτῶν ἀντίδοτον ἰατρικὴν ἐκ [*](3 Ι κor. 6, 13 — 5 vgl. Gen. 25, 30 — 18 II Tim. 3, 5 — 21 Matth. 26, 29) [*](M U) [*](3 ἐκκόπτων] σκώπτων U 8 τάχα ὡς] ταχέως Μ 9 <ἕψεμα> * 12 [μᾶλλον] * 13 οὔτε Μ 15 δὲ < Μ 19 μόνον] δὲ μᾶλλον U 20 ὁποίου U 22 vor οὔτε + καὶ U 23 [τὰ] * | ψεύδη U | ὅθεν < Μ 24 εὐθοὺς Μ 25 τούτου < U 27 οὖν *) Μ U 28 ἑξῆς] ἔξω Μ 31 * etwa <μωρολογίας> *)

219
πολλῶν μυρεφικῶν εἰδῶν ἀπὸ τοῦ λόγου τῆς ἀληθείας κατασκευάσαι, τοῖς ἤδη πεπληγμένοις εἰς ἴασιν καὶ τοῖς ἐντυγχάνουσιν εἰς θεραπείαν καἰ τοῖς μέλλουσι γινώσκειν ἅ μὴ ᾔδεισαν εἰς παθῶν προκατάληψιν καὶ ἡμῖν εἰς σωτηρίαν καὶ θεοῦ μισθὸν ἀφθόνως δωρηθηςόμενον.