Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐφ’ οὗ σταυρωθεὶς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τοῦ ῥεύσαντος ἀπ’ αὐτοῦ ὕδατος καὶ τὴν αἵματος διὰ τῆς νυχθείσης αὐτοῦ πλευρᾶς αἰνιγματωδῶς ἔδειξ τὴν ἡμῶν σωτηρίαν, ἀπὸ τῆς ἀρχῆς τοῦ φυράματος ἀρξάμενος ῥαντίζειν τὰ λείψανα τοῦ προπάτορος,

ἵνα καὶ ἡμῖν ὑποδείξῃ τὸν ῥαντισμὸν τοῦ αὐτοῦ αἵματος, εἰς κάθαρσιν τῆσ ἡμῶν κοινώσεως καὶ ψυχῆς μετανοούσης καὶ εἰς ὑπόδειγμα φυράσεως καὶ καθαρμοῦ ῥύπου τῶν ἡμετέρων ἁμαρτημάτων γενόμενον, τὸ ἐκχυθὲν ὕδωρ ἐπὶ τὸν ὑποκείμενον τῷ τόπῳ καὶ τεθαμμένον εἰς ἐλπίδα αὐτοῦ τε καὶ ἡμῶν τῶν ἐξ αὐτοῦ γεγεννημένων.

διὸ καὶ ἐνταῦδα ἐπληροῦτο τὸ εἰρημένον »ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός«. εἰ γὰρ καὶ περὶ ἡμῶν λέγει τῶν νενεκρωμένων τοῖς ἔργοις καὶ τῶν καθευσόντων ἐν βάθει ὕπνου τῆς ἀγνωσίας, ἀλλ’ οὖν γε ἐκεῖθεν ἡ ἀρχὴ τῆς αἰνίξεως * περιέχει τὸν τρόπον.

καὶ οὐχ ἁπλῶς οὐδὲ ἀργῶς· »ἀνέστη«, γὰρ φησι, [*](13ff vgl. Ps. Tertullian carm. adv. Marc. II 201 ff hic patitur Christus, pio sanguine terra madescit, puluis Adae ut possit veteris cum sanguine Christi commixtus stillantis aquae virtute levari Hieronymus ep. 3, 2; S. 332,5 ff Hilberg ut secundus Adam et sanguis Christi de cruce stillans primi Adam et iacentis propagatoris peccata dilueret et tunc sermo ille apostoli conpleretur (Ephes. 5,14) – 14 vgl. Joh. 19,34 – 17 vgl. I Petri 1,2 – 22 Eph. 5,14 (dieselbe stelle bei Hieronymus angeführt, vgl. zu Z. 13ff) – 23ff vgl. haer. 42,12 3 refut. 37 d; S. 180, 15 ff — 2ff Matth. 27, 52f) [*](V M ) [*](1 τούτω am Rande nachgetragen V corr | δέ auf Rasur V corr | [καὶ]* 2 ἐπόνυμον Μ 3 ἦς] ἤ Μ 5 <ὁ> * | κεφαλὴ aus κεφαλῆς V corr κεφαλὴ Μ 6 <ἐπὶ>* 11 εὕρηται Μ 14 διὰ] ἐκ?* 17 καὶ ἡμῖν am Rade nachgetragen V corr 25 * etwa <γέγονεν. καὶ γὰρ τῆς ἀναστάσεως> *)

210
»πολλὰ σώματα τῶν ἁγίων«, ὡς ἔχει τὸ εὐαγγέλιον, »καὶ εἰσῆλθον σὺν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν« καὶ οὐκ εἶπεν, ἀνέστησαν ψυχαὶ τῶν ἁγίων, ἀλλὰ σώματα φύσει τῶν ἁγίων καὶ εἰσῆλθον μετ’ αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν καὶ τὰ ἑξῆς.

Πανταχόθεν τοίνυν ἀποκρουσάμενοι τοῦ κώνωπος τούτου τὰ δήγματα δἰ ἐλαίου τῆς τοῦ θεοῦ φιλανθρωπίας καὶ κυρίου ἡμῶν ἐνδημίας καὶ φωτὸς τοῦ εὐαγελίου τὴς ἀληθείας, ἐπὶ τὰς ἑξῆς κατὰ τὸ εἰωθὸς πάλιν προσελθεῖν ἐν τῇ τοῦ θεοῦ δυνάμει σπεύσωμεν.

[*](V M )[*](5 άποκρουσάμενοι *] ἀποκρουσάμενος V M 8 πάλιν über der Linie nachgetragen V corr | προ|||ελθεῖν, σ ausradiert V corr προσελεῖν Μ | σπευδάσωμεν V)

Ἐγκρατῖταί τινες οὕτω καλούμενοι τοῦτον τὸν Τατιανὸν διαδέχονται, φύσει ὑπ᾿ αὐτοῦ πεπλανημένοι τε καὶ ἠπατημένοι, ἕτερα δὲ παρὰ τοῦτον φρονήσαντες καὶ εἰς μείζονα πάλιν ἐρεσχελίαν ἑαντοῦς ἐκδεδωκότες.

πληθύνουσι δὲ οὗτοι καὶ εἰς δεῦρο ἔν τε τῇ Πισδίᾳ καὶ ἐν τῇ Φρυγίᾳ τῇ κεκαυμένῃ οὕτω καλουμένῃ. ἴσως γὰρ κατὰ θεοῦ κόσμῳ διὰ τὸ κεκαθῦσθαι τοὺς οἰκήτορας ἀπὸ τῆς διαστροφὴς τῆς τοιαύτης καὶ τοσαύτης πλάνης· πολλαὶ γὰρ αἱρέσεις ἐν τῷ χώρῳ.

εἰσὶ δὲ καὶ ἐν μέρεσι τῆς Ἀσίας καὶ ἐν τῇ Ἰσαύρων καὶ Παμφύλων μέρος, ἀλλὰ καὶ ἐπὶ τῆς Ἀντιοχέων τῆς Συρίας, οὐ πάντῃ δέ, * ἡ τοιαύτη αἵρεσις.

Φάσκουσι δὲ καὶ οὗτοι ἀρχάς τινας εἶναι τήν τε τοῦ διαβόλου [*](2 ff vgl. zum Ganzen haer. 46 u. 61; für die Darstellung des Epiph. im einzelnen Irenaeus adv. haer. 28, 1; I 220 Harvey Hippolytus refut. VIII 7 u. 20; S. 225, 20 ff u. 238, 26 Wendland Eusebius h. e. IV 28 ff; S. 388, 17 ff Schwartz; dazu auch Clemens Al. paedag. II 2, 33; I 176, 12 f Stählin strom. I 71, 5; II 46, 4 VII 108, 2; III 76, 1, 8; S. 204, 11 ff u. Basilius ep. 188. 236; Migne 32, 669 A/B 729 C 881 C (dazu Holl Amphilochius S. 36) Amphilochius Icon. S. 23 ff Ficker Amphilochinana cod. Theod. XVI 5, 7.9.11.65—14 ff vgl. Irenaeus I 28, 1; 220 Harvey ἀπὸ Σατορνίνον καὶ Μαρκίωνος οἱ καλούμενοι Ἐγκρατεῖς, . . . ἀθετοῦντες τὴν ἀρχαίαν πλάσιν τοῦ θεοῦ καὶ ἠρέμα κατηγοροῦντες τοῦ ἄρρεν καὶ θῆλυ εἰς γένεσιν ἀνθρώπων πεποιηκότος; anders Hippolyt refut. VIII 20, 1; S. 238, 26 f Wendland τὰ μὲν περὶ τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ ὁμοίως καὶ τῇ ἐκκλησίᾳ ὁμολογοῦσι) [*](Μ U ) [*](1 Überschrift κατὰ Ἐγκρατιτῶν εἰκοστὴ ἑβδόμη, ἡ καὶ μݲςݲ Μ U 2 τοῦτον] οὗτοι] U 4 μειζοτέραν Μ 5 πληθοῦσι Μ | τε < U 6 λεγομένη U 8 διὰ τοῦ Μ 9 αἱρέσεις + <εἰσιν>? * | χωρίω U 11 τῆς] τῆ U | vor Ῥωμαίων + τῶν U 11 f <κατὰ> * 12 vor Ἀντιοχέων + τῶν U | πάντῃ Pet.] παντὶ ΜU | * etwa <ἔσπαρται> *)

216
<δύναμιν> ἀντικειμένην πρὸς τὰ τοῦ θεοῦ ποιήματα, [καὶ] μὴ ὐποτασσομένου θεῷ, ἀλλὰ ἰσχύοντος καὶ πράττοντος ὡς κατὰ ἰδίαν ἐξουσίαν καὶ οὐχ ὡς ἐν παρεκτροπῇ γενομένου· οὐ γὰρ κατὰ τὴν ἐκκλησίλαν έγουσιν, ἀλλὰ ἄλλως παρὰ τὸ τῆς ἀληθείας κήρυγμα.

κέχρηνται δὲ γραφαῖς πρωτοτύπως ταῖς λεγομέναις Ἀνδρέου καὶ Ἰωάννου Πράξεσι καὶ Θωμᾶ καὶ ἀποκρύφοις τιςὶ καὶ οἷς βούλονται λόγοις τῆς παλαιᾶς διαθήκης.