Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διορθώσεως γὰρ ἕνεκεν τοῦ λείποντος μέρους φαίνεται τοῦτο σας καὶ αὐτὸς τὸν πρωτόπλαστον ἀπολλύει, τοὺς δὲ ἄλλους σῴζει, ὦ πολλή σου ματαιοφροσύνη, Τατιανέ.

ἀδυναμίαν γὰρ τῷ κυρίῳ κατὰ δύναμιν προσάπτεις τῷ μὴ δυναμένῳ τὸν πρωτόπλαστον αὐτοῦ, διὰ μίαν παρακοὴν ἐκβεβλημένον τοῦ παραδείσου καὶ παιδείας οὐ τῆς τυχούσης, μετασχόντα, ἐν ἱδρῶτι καὶ καμάτῳ διατετελεκότα καὶ κατέναντι [*](Ö714) παραδείσου κατῳκηκότα, ὅπως μνημονεύοι τῆς ἀγαθῆς *, διὰ τῆς εἰς, μνήμην μετανοίας σῴζειν·

ἢ * δυναμένῳ μέν, μὴ ἐλεοῦντι δέ. δι᾿ ἣν τοίνυν αἰτίαν ἄχρι τῶν καταχθονίων χριστὸς κατῆλθεν, τίτι τῷ λόγῳ τὸ τριήμερον κοιμηθεὶς πεπονθὼς ἀνέστη; πῶς δὲ πληροῦται <τό> »ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ«; ποίων δὲ ζώντων καὶ νεκρῶν ἀλλ᾿ ἢ τῶν χρῃζόντων τῆς αὐτοῦ ἄνω καὶ κάτω ἐπικουρίας;

πῶς δὲ ἔσται τὰ ἀπὸ τοῦ φυράματος ἅγια, εἰ αὐτὸ τὸ φύραμα οὐκ ἔστιν ἅγιον, ὡς καὶ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ ἐμφέρεται; ρεται; φάσκει γὰρ καὶ περὶ Εὔας ὁ αὐτὸς ἀπόστολος ὅτι »σωθήσεται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ δικαιοσύνῃ«.