Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ καὶ πάλιν »ἀνήρ τις οἰκοδεσπότης ἔχων ἀμπελῶνα ἐξῆλθε ζητῶν ἐργάτας εἰς τὸν ἀμπελῶνα καὶ περὶ τρίτην ὥραν καὶ ἔκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην«·

ὡς ἐξ ἅπαντος τὸ τῆς ἐπιτηδεύσεως σκευώρημα καὶ τούτου τοῦ ἀπατεῶνος πανταχόθεν ἔχειν τὸν τιτρώσκεσθαι λόγῳ τῆς ἀληθείας. κἄν τε γὰρ ἐπιφαίνεται τὸ σκότος φωτὸς μὴ παρόντος, δἰ ὀλίγου σπινθῆρος ἡ ἀυτοῦ ἀφάντωσις τῆς α’νατροῆς γενήσεται.

συντόμως δὲ κέχρημαι τῇ αἱρέσει διὰ τὸ ἤδη ἐξειπεῖν ὅτι εὔάλωτος ὑπάρχουσα οὐ πολλῆς δεῖται ἐργασίας πρὸς σύστασιν τῆς κατ’ αὐτῆς ἀληθείας· μάλιστα δὲ ὅτι τάχα οἶμαι καὶ μηκέτι ἐκ ταύτης ὑπάρχειν τινάς, ἀλλ’ ἤ ἄρα σπανίους ἐν τοῖς ἀνωτάτω μέρεσιν.