Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὔτε γὰρ ἡ ἄμπελος ἐκ διαβόλου πεφύτευται οὔτε ἐξ ὄφεως ἔσχε τὴν σποράν, ὡς παντί τῳ δῆλόν ἐστι. πῶς γὰρ εἴη τοῦτο, αὐτοῦ τοῦ κυρίου ἐπιμαρτυροῦντος καὶ λέγοντος ὅτι »οὐ μὴ πίω [αὐτὸ] ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἄν πίω αὐτὸ καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«;

καὶ ἐπειδὴ ἡ ἀλήθεια τὰς ἑαυτῆς ἀκτῖνας ἀποστίλβουσα εἰς τὸ παντελὲς κατὰ πρόγνωσιν θεοῦ τῶν ἐπιφερομένων κακῶν εἰς ἔλεγχον προετύπου τοὺς αὐτῆς λόγους, πανταχοῦ προεθέσπισε τὸ θεῖον γράμμα τὴν ἀναίρεσιν τῶν μελλόντων κατὰ τῆς ἀληθείας ἐπεγείρεσθαι·

ὡς διαρρήδην αὐτός [*](14 Gen. 1, 28 — 16ff vgl. Eusebius h. e. IV 29, 5; S. 390, 24ff Schwartz χρῶνται μὲν οὖν οὖτοι νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις, ἰδίως ἑρμηνεύοντες τῶν ἱερῶν τὰ νήματα γραφῶν· βλασφημοῦντες δὲ Παῦλον τὸν ἀπόστολον ἀθετοῦσιν αὐτοῦ τὰς ἀπιστολάς, μηδὲ τὰς πράξεις τῶν ἀποστόλων καταδεχόμενοι — 21 Matth. 26, 29) [*](M U (bis Z. 2 δηλητήρια; von da an V)) [*](4 συγκε κακρασμένον, γ statt v und das oben drüber gesetzte, überschüssige κε Vcorr 8f συμβαινόντων *] συμβαίνοντα VM 12 //εκτισμένων, κ wegradiert Vcorr κεκτισμένων Μ 13 γενημάτων VM | * etwa <βοτανῶν> * | δέ *] τε VM 17 λεξιθηρῶντες aus λεξηθηροῦντες Vcorr λεξιθηρῶντες Μ 22 [αὐτὸ] * | γενήματος V M)

202
που ὁ κύριος εἰς ἔλεγχον τοῦ ἐλεεινοῦ καὶ πεπλανημένου Σευήρου φάσκει, αὐτὸς ἑαυτὸν τὴν ἄμπελον λέγων »ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή«. εἰ δὲ ὅλως ψεκτὸν ἦν τὸ τῆς ἀμπέλου ὄνομα, οὐκ ἄν τοῦ ὀνόματος εἰς ἑαυτὸν ἐποιεῖτο τὴν ὁμοιότηα.

ἀλλὰ καὶ οἱ ἀπόστολοί φασιν ἐν τῇ διατάξει τῇ καλουμένῃ ὅτι »φυτεία θεοῦ καὶ ἀμπελὼν ἡ καθολικὴ ἐκκλησία«·

ἀλλὰ καὶ αὐτὸς ὁ κύριος πάλιν ἐν τῷ εὐαγγελίῳ ποιούμενος τὴν τοῦ ἀμπελῶνος παραβολήν, ὅτι »ἀνήρ τις οἰκοδεσπότης εἶχεν ἀμπελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἔπεμψε ζητῶν καρπὸν καὶ οὐκ ἔδωκαν«,

ἀλλὰ καὶ πάλιν »ἀνήρ τις οἰκοδεσπότης ἔχων ἀμπελῶνα ἐξῆλθε ζητῶν ἐργάτας εἰς τὸν ἀμπελῶνα καὶ περὶ τρίτην ὥραν καὶ ἔκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην«·

ὡς ἐξ ἅπαντος τὸ τῆς ἐπιτηδεύσεως σκευώρημα καὶ τούτου τοῦ ἀπατεῶνος πανταχόθεν ἔχειν τὸν τιτρώσκεσθαι λόγῳ τῆς ἀληθείας. κἄν τε γὰρ ἐπιφαίνεται τὸ σκότος φωτὸς μὴ παρόντος, δἰ ὀλίγου σπινθῆρος ἡ ἀυτοῦ ἀφάντωσις τῆς α’νατροῆς γενήσεται.

συντόμως δὲ κέχρημαι τῇ αἱρέσει διὰ τὸ ἤδη ἐξειπεῖν ὅτι εὔάλωτος ὑπάρχουσα οὐ πολλῆς δεῖται ἐργασίας πρὸς σύστασιν τῆς κατ’ αὐτῆς ἀληθείας· μάλιστα δὲ ὅτι τάχα οἶμαι καὶ μηκέτι ἐκ ταύτης ὑπάρχειν τινάς, ἀλλ’ ἤ ἄρα σπανίους ἐν τοῖς ἀνωτάτω μέρεσιν.

Ἀπὸ ταύτης δὲ παρελθόντες, ὥσπερ σκορπόν δεινὸν καταπατὴσαντες ἀθρόως, τὰς ἑξῆς διασκοπήσωμεν, θεοῦ τὴν δύναμιν ἐπικαλούμενοι εἰς βοήθειαν τοῦ τε τὸ ἀληθὲς εἰπεῖν καὶ τοῦ αὐτὸν ἐμὲ μὴ βλάπτεσθαι, μάλιστα περὶ τῆς τοιαύτης δεινῆς καὶ ὀλετηρίου τῶν δογμάτων μέλλοντα ὑποφαίνειν κακοτροπίας. |