Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4.Κέχρηνται δὲ οἱ τοιοῦτοι καὶ ἀποκρύφοις τισίν, ὡς καὶ ἀκηκόαμεν, ἀλλὰ καὶ ἐν μέρει ταῖς ῥηταῖς βίβλοις, λεξιθηροῦντες ἐκεῖνα μόνα, ἅτινα κατὰ τὸν νοῦν αὐτῶν παραπλέκοντες ἑτέρως μεταχειρίζονται.

οὔτε γὰρ ἡ ἄμπελος ἐκ διαβόλου πεφύτευται οὔτε ἐξ ὄφεως ἔσχε τὴν σποράν, ὡς παντί τῳ δῆλόν ἐστι. πῶς γὰρ εἴη τοῦτο, αὐτοῦ τοῦ κυρίου ἐπιμαρτυροῦντος καὶ λέγοντος ὅτι »οὐ μὴ πίω [αὐτὸ] ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἄν πίω αὐτὸ καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«;

καὶ ἐπειδὴ ἡ ἀλήθεια τὰς ἑαυτῆς ἀκτῖνας ἀποστίλβουσα εἰς τὸ παντελὲς κατὰ πρόγνωσιν θεοῦ τῶν ἐπιφερομένων κακῶν εἰς ἔλεγχον προετύπου τοὺς αὐτῆς λόγους, πανταχοῦ προεθέσπισε τὸ θεῖον γράμμα τὴν ἀναίρεσιν τῶν μελλόντων κατὰ τῆς ἀληθείας ἐπεγείρεσθαι·