Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὕτω καὶ αὕτη ἡ σφηκιώδης ζωπύρου δίκην μικρὰν ἔχουσα τὴν περιωδυνίαν ἀνατραπήσεται, τῇ πέτρᾳ συντυχοῦσα τουτέστιν τῇ ἀληθείᾳ καὶ τὸ κέντρον ἀπολέσασα.

ταύτην δὲ διελθὼν ἐπὶ τὰς ἑτέρας πάλιν βαδιοῦμαι, κατὰ τὴν τοῦ θεοῦ ἐλπάδα πιστεύων ὅτι τὸ ἐπάγγελμα ἐν θεῷ πληρωθήσεται.

Τούτων καθεξῆς <Σευῆρος> ἕπεται, ἤτοι. σύγχρονος ἤτοι περὶ τὸν χρόνον *· οὐκ ἔχω γὰρ περὶ τοῦ χρόνου αὐτοῦ ἀσφαλῶς λέγειν, πλὴν σύνεγγυς ἀλλήλων ἦσαν. ὅμως δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα διηγήσομαι.

Σευῆρός τις ἀνέστη, ἐξ οὗπερ οἱ Σευηριανοὶ καλούμενοι, καθεξῆς συνεπόμενος τῷ προειρημένῳ Ἀπελλῇ. τὰ δὲ παρ’ αὐτῷ μυθολογήματα ταῦτά ἐστιν ἅτινα μέλλω λέγειν.

βούλεται δὲ καὶ αὐτὸς ἀρχαῖς τε καὶ ἐξουσίαις προσάπτειν τὴν καθ’ Ἡμᾶς κτίσιν, εἶναί τε ἐν ἀκατονομάστῳ τιυὶ ἀνωτάτῳ τε οὐρανῷ καὶ αἰῶνι ἀγαθόν τινα θεόν.