Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Τούτων δὲ οὕτως ἐχόντων καὶ ῥηθέντων, τίς ἔτι μοι χρεία ἐστὶ κατατρίβεσθαι περὶ τούτου τοῦ ζωπύρου σφηκίου καὶ οὐδενὸς ὄντος, ἀνατροπῆς ἕνεκα ἢ ἄλλης τινὸς πραγματείας; ἀφ᾿ ἑαυιτοῦ γὰρ τὸ κέντρον ἀπώλεσε καὶ † ἀπαράλλακτον αὐτοῦ τὸ τῆς πλάνης παραπεποιημένον δόγμα καὶ ἀγυρτᾶδες δέδεικται.

φαςὶ γὰρ τὸ ὀδυνηρὸν σφηκίον, ὃ ζώπορόν τινες κελκλήκασιν, ἔχειν μὲν κέντρον ἰοβόλον βραχύ, περιωδυνίαν πολλὴν οὐ κεκτημένον, ἀλλὰ κατὰ τὴν αὐτοῦ δύναμιν ἰοβόλον ὄν.

ἐπὰν δέ τις διερχόμενος τὸν αὐτοῦ φωλεὸν ἢ καλιὰν καθέλοι — ἐν γὰρ θάμνοις βοτανῶν ποιεῖται καὶ κηρίου δίκην ἑαυτῷ σίμβλους τινάς, ἐν οἶς σίμβλοις ἐγκατατίθεται τὴν αὐτοῦ γονὴν καὶ ποιεῖται ἑαυτῷ τὰ γεννήματα — εἰ δέ τις διερχόμενος ῥάβδῳ ἢ ξύλῳ νύξας τὸ κηρίον ὡς ἔφην καταβάλοι, ἐξέρχεται θυμούμενον αὐτὸ δὴ τὸ δεινὸν μὲν βληχρὸν δὲ σφηκίον·

καὶ ἐὰν εὕρῃ πέτραν πληςίον ἢ ξύλον, ἀπὸ τοῦ ἐμπλήσαντος αὐτὸ θυμοῦ ῥοίζῳ μέν ἐφίσταται καὶ ὁρμᾷ κπαίει τὴν πέτραν· καὶ τὴν μὲν πέτραν οὐδὲν ἀδικεῖ ἀλλὰ οὔτε τὸ ξύλον οὔτε μὴν τὸν ἄνθρωπον, κἄν τε [*](3 Mark. 16. 19 (Luk. 24, 51) – 7 I Kor. 15, 53) [*](V M) [*](7 ἐν τούτω hinter φθαρτὸν getilgt V corr 13 ὑποδεικὺ///ς aus ὑποδεικνύων V corr ὑποδεικνύς Μ, lies ὑποδεικνύοντος? * 14 πάσης] περὶ? * 16 ζωπύρου /// 1 Buchstabe wegradiert V corr 18 † ἀπαράλλακτον] lies wohl ἀσύστατον *21 βραχύν V M | περιωδνίαν, ω aus o V corr 23 κα///λιὰν, λ ausradiert V corr 28 αὐτὸ *] αὐτὸν VM)

199
δάκοι, ἀλλὰ πρὸς ὀδύνην ὀλίγην·

οὐκὲν δὲ ἀδικεῖ μάλιστα τὴν πέτραν, ἀλλὰ τὸ μὲν κέντρον ἀπόλλυσι καὶ οὕτω φθείρεται, ἡ δὲ πέτρα οὐδὲν ἀδικη θήσεται ὑπὸ τοῦ τοιούτου.