Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

5. Εἰ δὲ καὶ ἃ βούλει λαμβάνεις άπὸ τῆς θείας γραφῆς καὶ ἃ βούλει καταλιμπάνεις, ἄρα γοῦν κριτὴς προεκάθισας, οὐχ ἑρμηνευτὴς [*](Ö 700) τῶν νόμων ἀλλὰ ἐκλγεὺς τῶν οὐ κατὰ τὸν νοῦν σου ργαφέντων, ἀλλὰ ὄντων μὲνἀλξρινῶν παρὰ σοὶ δὲ μεταποιηθέντων ψευδῶς κατὰ τὸν νοῦν τῆς σοῦ ἀπάτης καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων.

εἰ δὲ καὶ ὅλως κατὸ ποιητὴς τὰ ἐνταῦθα εἰργάσατο, φημὶ δὲ τὸν κόσμον, τίνος ἕνεκα ἦλθεν ὁ ἀπὸ ἀγαθοῦ7 πατρὸς εἰς τόνδε τὸν αἰῶνα; καὶ εἰ μὲν ἵνα σώσῃ ἀνθρώπους, ἄρα τῶν ἰδίων ἐπεμελήσατο καὶ οὐκέτι ἄλλος εἴη ὁ δημιουργός·

εἰ δὲ οὐ τῶν ἰδίων προενόει, βούλεται δὲ ἐν τοῖς ἀλλοτρίοις ἐπεμβαίνειν καὶ τὰ οὐκ ὄντα αὐτοῦ διαςώζειν, ἢ κόλαξ ἐστὶ τοῖς ἀλλοτρίοις προσλιπαρῶν ἢ κενόδοξος, ἵνα κρείττων τοῦ κτιστοῦ φανῇ πρὸς τὰ ἀλλότρια ἃ διαςῴζειν πειρᾶται, τῶν μὴ ἰδίων ἐφιέμενος, καὶ οὐκέτι ἔσται ἀληθινός·

ἤ ὅτι μέτριός ἐστι κατὰ σέ, ὦ ἀγύρτα, καὶ μὴ ἔχων κτίσιν ἑαυτοῦ, τὰ ἀλλότρια ἐπιθυμῶν ταῦτα συλᾶν πειρᾶται, ἀπὸ τῶν ἀλλοτρίων ἑαυτῷ περιποιούμενος ψυχὰς τὰς οὐκ οὔσας αὐτοῦ καὶ τοῦ αὐτοῦ πατρός.

εἰ δὲ αὐτοῦ μέν εἰσιν αἱ ψυχαὶ καὶ ἄνωθεν ἐλθοῦσαι φαίνονται , ἄ ρα εἰς ἀγαθὸν κόσμον ἀπεστάλησαν παρὰ τοῦ ἄνωθεν κατὰ σὲ ἀγαθοῦ θεοῦ καὶ οὐκ εἰς πονηρὸς ἔργον.

εἰ δὲ ἀπεστάλησαν διά τινα μὲν χρῆσιν ἣν τάχα μυθπ[ποεὸς. εἰσελθοῦσαι δὲ μετέπεσον εἰς ἑτέραν, τουτέστιν ἵνα δίκαιόν τι πράξωσι, πονηρὸν δὲ εἰργάσαντο, ὀφθήσεται ὁ ἀποστείλας [*](2 Joh. 10, 18 – 7 f vgl. I Tim. 3, 15 – 9 vgl. c. 2, 6; S. 192, 15 ff) [*](V M) [*](3 ἀναδεξάμενος *] ἀναλεξάμενος V M 4 † πραγματείαν] ἐνανθρώπησιν * | εντας aus ἐν τῷ getilgt V corr 5 ὁ 2 oben drüder V corr 10 προκαθίσας V | οὐχ aus οὐκ V corr 13 σῆς aus σοῦ 1 V corr σῆς Μ 15 πατρὸς + υἱὸς ?* 18 αὐτοῦ *] αὐτῶ V M 20 μέτριος] lies μέσος ?* 28 nach τουτέστιν ist dem Sinne nach ἀπεστάλησαν zu ergänzen)

197
αὐτὰς πρόγωνσιν ἂν μὴ ἔχων· ἐπειδὴ γὰρ ἀπέστειλεν αὐτὰς δι᾿ ἕτερον καὶ ἕτερόν τι εὑρέθησαν ἐργαςάμεναι.

ἢ πάλιν ἐὰν εἴπῃς ὅτι οὐ κατὰ τὴν αὐτιοῦ βούλησιν ἐληλύθασιν ἀλλὰ κατὰ τυραννίδα τοῦ ἀφαρπάζοντος, ἄρα ἰσχυρός ἐστιν ὁ κτισθεὶς ὑπὸ τοῦ ἀγαθοῦ θεοῦ πονηρὸς ρὸς δημιουργὸς παρὰ τὸν ἀγαθὸν θεόν, ὅτι τὰ αὐτοῦ ὑπάρχοντα ἀφαρπάξας ἐχρήσατο.

πόθεν δὲ οὐ διελεγχθήσῃ, αὐτοῦ τοῦ σωτῆρος φασκοντος ὅτι »ἐξουςίαν ἔχω τὴν ψυχήν μου θεὶναι καὶ λαβεῖν αὐτήν«, ὡς αὐτοῦ μὲν ψυχὴν εἰληφότος καὶ θέντος καὶ πάλιν λαβόντος, ὡς οὐκ ἀλλοτρίαν εἶναι τὴν ψυχὴν καὶ ἑτέρου δημιουρηοῦ.

πάλιν δὲ εὑρεθήσεταιἀγαθὸν σῶμα φορῶν.οὐ γὰρ ἂν πεισθήσεται ἀγαθός τις χρῆσθαι πονηρῷ ἔργω, ἵνα μὴ ἀπὸ τοῦ μετέχειν μέρους τοῦ πονηροῦ καὶ αὐτὸς χρανθήσεται τῇ τῆς ἐπιμίξεως πονηρίᾳ.

εἰ δὲ καὶ αὐτὸ ἀνέστησε, λέγε μοι, τί ἵνα ποιήσῃ μετὰ ἀνάστασιν καὶ αὐτὸ πάλιν καταλέλοιπεν μερίσας τοῖς τέσσαρρσι στοιχείοις, τῷ θερμῷ ὑγρῷ τὸ ὑγρόν;

εἰ γὰρ ἤγειρεν αὐτὸ ἵνα πάλιν αὐτὸ λύσῃ, ἄρα δραματουργίας τὸ ἔργον τοῦτο εἴη καὶ οὐκ ἀληθείας. ἤγειρεν δὲ αὐτὸ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ συμπαρέλαβεν ἑαυτῷ ὅπερ ἀνεπλάσατο εἰς ἑαυτόν, σῶμα σὺν ψυχῇ καὶ πάσῃ τῇ ἐνανθρωπήσει τελειιοτάτως·

ἐπειδὴ γὰρ συνεκάθισε κατὰ τὸν ἀποστολικὸν λόγον ὅτι »ὁ θεὸς ἤγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις«, ὡς μαρτυσιν »ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἀτενίζοντες εἰς τὸν οὐρανόν; οὖτος ὁ Ἰησοῦς ὁ ἀφ᾿ ὐμῶν ἀναληφθεὶς εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀναλαμβανόμενον«.