Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4. Τὰ ὅμοια δὲ τῷ ἑαυτοῦ ἐπιστήτῃ Μαρκίωνι περί τε τῆς ἄλλης σαρκὸς καὶ τῶν ἄλλων ὁμοίως ἐδογμάτισεν, φάσκων μὴ εἶναι ἀνάστασιν ωεκρῶν, καὶ τὰ ἄλλα ὅσαπερ * ἐπὶ τῆς γὴς, ἔδοξεν ὁμοίως δογματίζειν.

ἀνατραπήσεται δὲ ὁ αὐτοῦ λογισμὸς λῆρός τις ὢν καὶ κατὰ πάντα τρόπον πεπλανημένος. οὔτε γὰρ ἰσχύσει σκότος ἔνθα τὸ φῶς παραφαίνερται οὔτε τὸ ψεῦδος σταθήσεται * οὔσης σκότος ἔνθα τὸ φῶς παραφαίνεται οὔτε τὸ ψεῦδος σταθήσεται* οὔσης τῆς ἀληθείας.

εἰ γὰρ ὅλως κέχρησαι ταῖς γραφαῖς, ὦ Ἀπελλῆ καὶ οἱ ἀπὸ σοῦ Ἀπελληιανοί, ἐξ αὐτῶν τῶν γραφῶν εὑρεθήσεσθε ἐλεγχόμενοι· [*](7 vgl. Matth. 27, 57 ff — 8 ff vgl. Mark. 16, 1 ff – 12 vgl. Acta 1, 10. 9 – 18 vgl. Tertullian de carne Chr. 8 Apelleiaci carnis ignominiam praetendunt maxime, quam volunt ab igneo illo praeside mali sollicitatis animabus adstructam de anima 23 Apelle sollicitatas refert animas terrenis escis de supercaelestibus sedibus ab igneo angelo, deo Israelis et nostro, qui exinde illis peccatricem circumfixerit carnem ebenda 36 Apelles . . . ante corpora constituens animas virile ac muliebres Hippolyt refut. X 20, 2; S. 281, 3 Wendland σάρκας τε ἀπόλλυσθαι ὁμοίως Μαρκίωνι λέγει Ps. Tertullian adv. omn. haer. 6 hic carnis resurrectionem negat . . . animarum solarium dicit salute) [*](V M) [*](1 τὸ ἴδιον * 2 ff Sinn: zwar das ψυχρὸν und θερμὸν ist kein σῶμα und war darum möglicherweise unsichtbar; aber das ξηρὸν und ὑγρὸν ist jedenfalls ein solches und mußte desshalb von den Jüngern gesehen warden, falls er es bei der Himmelfahrt ablegt 10 ἀλλὰ Μ 11 ὢ aus ὡς V corr 19 * etwa ἐδίδασκε κακίζων τὰ * 22 * etwa <φανερᾶς> *)

195
πρῶτον μέν, ὅτι κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον,

ὁ δὲ ποιήσας ἔφη »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὀμοίωσιν«· ὡς εἴ τις ἀπὸ τῆς σου πεπλανημένης αἱρέσεως ἐπιστρέψειε πρὸς τὴς ἀλήθειαν, ὡς ἀπὸ σκότους ἀποδράσας καὶ ἀπὸ νυκτὸς ἀναστὰς εὓροι ἂν τὸ φῶς αὐτῷ ἀνατεῖλαν τῆς τοῦ θεοῦ γνώσεως ἠλίου δίκην καὶ ὑπὲρ κἥλιν.

φανήσεται γὰρ παντί τῳ τὸν εὔλογον λογισμὸν κεκτημένῳ ὅτι ὁ εἰπών »ποιήσωμεν ἄνθρωπον« ὁ θεός ἐτιν ὁ τῶν ὅλων παρτήρ· συγκαλεῖται δὲ μεθ᾿ ἑαυτοῦ τὸν ἀεὶ ὄντα σὺν σαὐτῷ θεὸν Λόγον υἱὸν μονογενὴ, ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνωνς γεγεννημένον, ἅμα δὲ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα τὸ οὐκ ἀλλότριον αὐτοῦ οὐδὲ τοῦ αὐτοῦ ἰδίου υἱοῦ.

εἰ γὰρ ἄλλος ἦν ὁ πλάσας τὸν ἄνθρωπον τουτέστιν καὶ τὸν κόσμον κτίσας, ἄλλς δὲ ὁ ἄνω ἀγαθὸς θεὸς παρ᾿ οὖ κατῆλθεν ὁ Χριστός, οὐκ ἄν ὁ Χριστὸς ἐλάμβανεν ἑαυτῷ σῶμα καὶ ἔπλασε , τὴν εἰκόνα τοῦ δημιουργοῦ εἰς ἑαυτὸν ἀνατυπῶν.

ἀλλὰ δὴλον ὅτι αὐτός ἐστιν ὁ δημιουργὸς τοῦ ἀνθρώπου καὶ τοῦ κόσμου, ᾧ εἶπεν ὁ πατήρ »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«·

ἀπὸ δὲ τοῦ ἑνὸς ὁ τότε τὸν ἄνθρωπον πεποιηκώς, πλάσας τε ἐκ γὴς τὸ τοῦ Ἀδὰμ σῶμα καὶ ποιήσας αὐτὸ εἰς ψυχὴν ζῶσαν.