Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Καὶ ὧ πολλῆς δραματουργίας τῶν τὰ τοιαῦτα λεγόντων, ὡς παντί τῳ σαφὲς εἴη μίμων μᾶλλον ἐργαστήριον ἤπερ ἐπαγγελίας ζωῆς ἢ συνέσεως χαρακτῆρα κεκτημένων.

εἰ γὰρ ὄλως ἔλυεν αὐτὸ τὸ σῶμα ὅπερ εἴληφε, τίνι τῷ λόγῳ ἀπ’ ἀρχῆς αὐτὸ ἑαυτῷ κατεσκεύαζεν;

εἰ δὲ κατεσκεύαζε διά τινα χρῆσιν, ἀπετέλεσε δὲ τὸ ἔργον τῆς χρήσεως, ἔδει καταλεῖψαι αὐτὸ ἐν τῇ γῇ, μάλιστα καθ’ ὑμᾶς <τοῦ> τῆς κατὰ τὴν ἀνάστασιν τῆς σαρκὸς ἐλπίδος εἴδους μὴ χρείαν ἔχοντος τελειωθῆναι.

ἀλλὰ ἀνέστησεν αὐτὸ πάλιν, ἵνα εἰς κάματον ἑαυτὸν μείζονα ἐμβάλοι, ἵνα μηδὲν ὠφελήσῃ, κατασκευάζων καὶ ἐν μνήματι ἀποτιθέμενος καὶ διαλύων καὶ μερίζων ἑκάστῳ τῶν στοιχείων ὅπερ παρ’ αὐτοῦ εἴληφεν, ὡς εὐγνώμων χρεωφειλέτης.

[*](1 ff vgl. Hippolyt refut. VII 38, 4; S. 224, 15 ff Wendland αὖθις δὲ ὑπὸ Ἰου- δαίων ἀνασκολοπισθέντα θανεῖν καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθέντα φανῆναι τοῖς μαθηταῖς δείξαντα τοὺς τύπους τῶν ἥλων καὶ τῆς πλευρᾶς, πείθοντα ὅτι αὐτὸς εἴη καὶ οὐ φάντασμα, ἀλλὰ ἄνσαρκος ἦν — 3 vgl. Joh. 20, 25 Luk. 24, 39 — 3—8 vgl. Hippolyt refut. VII 38, 5; S. 224, 18ff Wendland σάρκα, φηςίαν, δείξας ἀπέδωκε γῇ ἐξ ἦσπερ ἦν οὐσίας, μηδὲν ἀλλότριον πλεονεκτῶν, ἀλλὰ πρὸς καιρὸν χρηςάμενος ἑκάστοις τὰ ἴδια ἀπέδωκε, λύσας πάλιν τὸν δεσμὸν τοῦ σώματος, δερμῷ τὸ θερμόν, ψυχρῷ τὸ ψυχρόν, ὑγρῷ τὸ ὑγρόν, ξηρῷ τὸ ξηρόν, καὶ οὕτως ἐπορεύθη πρὸς τὸν ἀγαθὸν πατέρα, καταλιπὼν τὸ τῆς ζωῆς σπέρμα εἰς τὸν κόσμον διὰ τὼν μαθητῶν τοῖς πιστεύουσι Ps. Tertullian adv. omn. haer. 6 hunc in resurrection singulis quibusque elementis quae in descensu suo mutuatus fuisset in ascensu reddilisse et sic disperses quibusque corporis sui partibus in caelum spiritum tantum reddidisse Filastrius haer. 47, 6; S. 25, 9 ff Marx in resurrectione iterum reddidisse elementis quae de mundo acceperat eaque in terram dimisisse, ipsum autem in caelum sine carne ascendisse adserit)[*](V M)[*](10 τῳ] τὸ Μ 11 ζωῆς über der Linie nachgetragen V corr | ἔλυσεν Μ 15 <τοῦ>* 19 χρεο///φειλέτης, ο aus ω V corr χρεοφειλέτης Μ Epiphanius II. 13)
194

καὶ εἰ ὅλως ἑκάστῳ <τὸ ἴδιον> ἀπεδίδου, τούτέστιν τὸ ψυχρὸν τῷ ψυχρῷ καὶ τὸ θερμὸν τῷ θερμῷ, ἠδύνατο ταῦτα μὴ ὁρᾶσθαι τοῖς μαθηταὶς τοῖς αὐτοῦ, ἀλλ᾿ οὐ μὴν τὸ σῶμα τὸ ξηρόν. πάντως γὰρ [*](P 383) τὸ ξηρὸν σῶμά ἐστι, σὰρξ καὶ ὀστέα, καὶ τὸ ὑγρὸν πάντως ἐχῶρές εἰσι καὶ σὰρξ εἰς ὐγρότητα διαλυομένη· ἅτινα πάντως τοῖς ἀποστόλοις φανερώτατα ἀποτιθέμενος ἐσήμανεν,

ὡς καὶ τὸ πρὼτον ὅτε ἐθάπτετο τὸ αὐτοῦ σῶμα κατηξιοῦτο Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας ἐντυλίξαι αὐτὸ ἐν σινδόνι καὶ ἀποθέσθαι ἐν μνήματι.

ἅμα δὲ καὶ αἱ γυναῖκες εἶχον ἰδεῖν ποῦ κατελείξθη τὰ λείψανα, ἵνα αὐτὰ τιμήσωσι διὰ μύρων καὶ ἀρωμάτων, ὡς τὸ πρῶτον.

ἀλλ᾿ οὐδαμοῦ τὸ ψεῦδος ὑμῶν τοῦτο δεδ;λωται, ὦ Ἀπελληιανοί, ἀπὸ ἑνὸς τῶν ἁγίων ἀποστόλων· οὐ γὰρ ἔστιν. ἀλλὰ τοὺς μὲν ἀοράτους ὁρατῶς εἶδον δύο ἄνδρας καὶ αὐτὸν εἰς οὐρανὸν ἀνερχόμενον καὶ ὑπὸ νεφέλης φωτεινῆς ὑπολαμβανίμενον, λείψανον δὲ αὐτοοῦ οὐδαμοῦ καταλελειμμένον· οὐ γὰρ ἐχρῆν οὐδὲ ἐνεδέχετο. καὶ ψεύδεται Ἀπελλῆς καὶ οἱ ἀπ᾿ αὐτοῦ Ἀπελληιανοί.