Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀγοράσας δὲ εἰς ἀλλότριον κόσμον ἦλθεν ἡμᾶς ἐξαγοράσαι τοὺς οὐκ ὄντας αὐτοῦ. ποίημα γὰρ ἦμεν ἑτέρου καὶ διὰ τοῦτο ἡμᾶς αὐτὸς ἠγόραζεν εἰς τὴν ἑαυτοῦ ζωήν.

ἀγνοεῖ δὲ ὅλως ὁ ἠλίθιος ὅτι οὔτε Χριστὸς κατάρα γεγένηται μὴ γένοιτο), ἀλλὰ τὴν κατάραν τὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἀφεῖλεν, ἑαυτὸν σταυρώσας καὶ γενόμε- [*](26 Gal. 3, 13 — 26ff vgl. Adainantius de recta in deum fide I 26; S. 52, 10ff van de Sande Bakhuyzen δῆλον οὖν ὅτι ἀλλοτρίους· ἰδίους γὰρ οὐδείς ποτε ἀγοράζει· ἀγοράζει γὰρ ἀλλοτρίους οὐκ ἰδίους) [*](V Μ 2 ὁριο///γνώμων, ν ausradiert Vcorr ὁριονγνώμων Μ 3 ἵνα μὴ Dind.] εἰ δὲ μὴ V M 4 ἀποστέλλοι Dind.] ἀποστέλλει V Μ 5 lies wohl <ὁ> πείσας u. τέταρτος εὑρεθήσεται * 10 † χώραις τε καὶ χώροις] etwa ἀεὶ ἐνεργῶν χώροις * 17 πῶς *] ποῦ V M 18 ὅτι nachgetragen V corr 22 ἐγκαθέξει, γ auf Rasur statt ν V corr ἐγκαθέξει M 30 ὅλως < V 32 τὰς*] τῆς V M; vgl. S. 104, 1)

104
νος θάνατος θανάτῳ διὰ τὰς ἁμαρτίας ἡμῶν] καὶ κατάρα αὐτὸς τῇ κατάρᾳ γενόμενος. διὸ οὐκ ἔστι Χριστὸς κατάρα, ἀλλὰ τῆς κατάρας λύσις, εὐλογία δὲ πᾶσι τοῖς εἰς αὐτὸν ἀληθῶς πεπιστευκόσιν.

οὕτω καὶ τὸ »ἐξηγόρασεν« *. οὐκ εἶπεν »ἠγόρασεν«· οὔτε γὰρ εἰς ἀλλότριον ἦλθεν ἁρπάσαι ἢ ἀγοράσαι. εἰ γὰρ ἠγόρασεν, μὴ ἔχων ἠγόρασε καὶ ὡς πτωχὸς ἃ μὴ εἶχεν ἐκτήσατο.

καὶ εἰ ὁ κεκτημένος ἡμᾶς πέπρακεν, ἀπορήσας πέπραχεν. ἀπό τινος ἄρα δανειστοῦ ἐλαυνόμενος. ἀλλ’ οὐκ ἔχει οὕτως. οὔτε γὰρ εἶπεν »ἠγόρασεν«, ἀλλ’ »ἐξηγόρασεν«.

ὅμοιον δὲ τούτῳ ὁ αὐτὸς ἅγιος ἀπόστολός φησιν »ἐξαγοραζόμενοι τὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσι«. καὶ οὐχ ἡμέρας ἀγοράζομεν, οὐδὲ τιμὴν ἡμερῶν δίδομεν, ἀλλὰ τὸ δι’ ὑπομονὴν * καὶ τὸ μελλητικὸν τῆς μακροθυμίας σημαίνων τοῦτο ἔφη.

ὥστε τὸ ἐξηγόρασε τὴν ὑπόθεσιν ὑπέφηνεν τῆς ὑπὲρ ἡμῶν ἀναδοχῆς ἐν κόσμῳ ἐνσάρκου παρουσίας <δι᾿> ἧς ἀνεδέξατο ὑπὲρ ἡμῶν παθεῖν ὁ ἀπαθὴς ὢν θεός, μένων τῇ ἰδίᾳ ἀπαθείᾳ τῆς αὐτοῦ θεότητος καὶ * αὐτὸ ὅ ἀνεδέξατο ὑπὲρ . . ἡμῶν παθεῖν. οὐκ ἀγοράζων ἡμᾶς ἀπ᾿ ἀλλοτρίων, ἀλλὰ τὴν | ὑπὸ θεσιν ὑπὲρ ἡμῶν τοῦ σταυροῦ ἀναδεξάμενος, προαιρέσει καὶ οὐ μετ ἀνάγκης. ὅθεν ἐλήλεγκται κατὰ πάντα τοῦ Μαρκίωνος ὁ λόγος.

καὶ πολλά ἐστι τὰ πρὸς ἀνατροπὴν τῆς τούτου μηχανῆς καὶ τραγῳδίας ἐξ εὐσεβοῦς λογισμοῦ καὶ εὐλόγου ὁρμώμενα ἐμφάσεως ἐν τῇ πρὸς αὐτὸν ἀντιρρήσει.