Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ δὲ ὁ μὲν πονηρὸς ὑπὸ τοῦ ἄνω κατισχύεται καὶ βιάζεται καὶ καταπονεῖται, μεμερισμένος ὢν καὶ ἐν ἰδίῳ τόπῳ ὑπάρχων, οὗ τόπου τῷ ἄνω ἀγαθῷ οὐδὲν προσήκει, οὐδέ τι ὑπ᾿ αὐτοῦ κέκτισται τῶν ἐνταῦθα (λέγω ἐν τῷ τοῦ πονηροῦ τόπῳ), τυραννικώτερος μᾶλλον εὑρεθήσεται ὁ ἄνω καὶ οὐκέτι ἀγαθός, τὸν ἴδιον υἱὸν εἴτ᾿ οὖν Χριστὸν ἀποστείλας, ἵνα τὰ ἀλλότρια λάβῃ.

καὶ ποῦ ὁ ὅρος ὁ διρίζων τὰς τρεῖς ἀρχὰς κατὰ τὸν τοῦ ἀγύρ- [*](V M) [*](8 νοήσομεν Μ 10 ἰδίους] ἰουδαίους M 11 οὐχ, χ auf Rasur V corr | oὐκέτι πονηρὸς < Μ 19 ἑκάστου *] ἑκάστης, durchgestrichen Vcorr < Μ 20 περιεχομένου U corr] προεχομένου V M 22 τόπον angeflickt V corr 26 ἐπιβαλλόμενον aus ἐπιβάλλεσθαι V corr ἐπιβαλλόμενον Μ | ὑπὸ statt ἐκ V corr ἀπὸ Μ 28 οὗ τόπου τῷ] οὗ, ου u. τῷ auf Rasur V corr 29 κέκτισται *] κεκτίσθαι V M λέγω + <δὲ>? * 30 τόπῳ Corn.] τύπω V M)

103
του τῆς ὑποθέσεως λόγον; ζητηθήσεται γὰρ τέταρτός τις ἐπιεικέστατος καὶ τῶν τριῶν σοφώτερος, ὁριογνώμων τε καὶ ἐπιστήμων, ὃς τὰ μέτρα ἑκάστῳ διένειμέν τε καὶ τοὺς τρεῖς εἰρηνο.ποίησεν, ἵνα μὴ στασιάσαιεν πρὸς ἀλλήλους μηδὲ εἰς τὰ ἄλλου ἄλλος ἀποστέλλοι.

καὶ οὑτος μὲν πείσας τὰς τρεῖς ἀρχὰς εὑρεθήσεται τέταρτος καὶ σοφώτερος καὶ ἐπιεικέστερος. καὶ αὐτὸς δὲ ἐν ἰδίῳ τόπῳ πάλιν ζητηθήσεται, ἀφ οὗπερ εἰς μέσον ἦλθεν τῶν τριῶν καὶ ἑκάστῳ τὸ μέρος σοφῶς διώρισεν, ἵνα μὴ ἀλλήλους ἀδικοῖεν.

εἰ δὲ ἐν τοῖς τοῦ ἑνός, λέγω δὴ τοῦ δημιουργοῦ αἱ δύο ἀρχαί εἰσιν ἐμπολιτευόμεναι, ὅ τε πονηρὸς τοῖς τοῦ δημιουργοῦ † χώραις τε καὶ χώροις καὶ ὁ τοῦ ἀγαθοῦ Χριστὸς ἐπιδημήσας. οὐκέτι ἄρα κριτὴς καὶ δημιουργὸς μόνον ὁ κριτὴς εὑρεθήσεται, ἀλλὰ καὶ ἀγαθός, συγχωρῶν τοῖς δυσὶν εἰς τὰ ἴδια ποιεῖν ὃ βούλονται· ἢ ἀδρανὴς εὑρεθήσεται καὶ μὴ ἰσχύων κωλῦσαι τῶν ἰδίων τοὺς ἀλλοτρίους ἅρπαγας.

εἰ δὲ καὶ ἥσσων τῇ δυνάμει ἐστίν, οὐκέτι εὑρεθήσεται ἡ δημιουργία συνεστῶσα, ἀλλ’ ἐξέλιπεν ἔκπαλαι, ἀναρπαζομένη καθ᾿ ἑκάστην ἡμέραν ὑπό τε τοῦ πονηροῦ εἰς τὸ ἴδιον μέρος καὶ ὑπὸ τοῦ ἀγαθοῦ εἰς τὰ ἄνω. καὶ πῶς ἔτι ἡ δημιουργία σταθήσεται;

εἰ δὲ ὅτι χρόνω λήξει λέγεις καὶ δυνατὸν ταύτην ὅλως λήγειν διὰ τῆς τοῦ ἀγαθοῦ ἐπιμελείας, οὐκοῦν ὁ ἀγαθὸς αἴτιος τῆς βλάβης ἔσται ὁ μὴ πάλαι ποιήσας, ὅπερ ὕστερον ἀγαθὸν ἔδοξεν ἐπιτελεῖν, μήτε μὴν πεποιηκὼς ἀπὸ τῶν ἀνέκαθεν, πρὶν ἢ τοὺς πλείους ἀδικηθῆναι καὶ ἐν καθέζει αὐτοὺς γενέσθαι τοῦ κριτοῦ καὶ κάτω μεμενηκέναι;

8. Πάλιν δὲ τὰ τῆς θείας γραφῆς οὐκ ὀρθῶς νοῶν προφέρει καὶ τοὺς ἀκεραίους ἐξαπατᾷ διαστρέφων τὸ τοῦ ἀποστόλου ῥητόν, ὅτι »Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρ« καί φησιν· εἰ ἦμεν αὐτοῦ, οὐκ ἂν τὸ ἠγόραζεν·