Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ ἐπιστολῇ Υμέναιον καὶ Φιλητὸν περὶ τὴν ἀλήθειαν ἠστοχηκέναι λέγει, οἵτινες καὶ αὐτοὶ ταύτῃ τῇ αἱρέσει ἐξη- | κολούθησαν, ἄλλον θεὸν καταγγέλοντες καὶ γενεαλογίας ἀπεράντους, καὶ πλάνην ἐπισπείροντες τοῖς ἀνθρώποις καὶ λέγοντες μὴ ἐκ θεοῦ γεγενήσθαι τὸν κόσμον, ἀλλὰ ὑπὸ ἀρχῶν καὶ ἐξουσιῶν, τὴν δὲ ἀνάστασιν ἤδη γεγενῆσθαι διὰ τῶν γεννωμένων τέχνων ὑπὸ ἑκάστου τῶν γεννώντων, τὴν δὲ τῶν νεκρῶν οὐ λέγουσιν ἔσεσθαι.

καὶ ὁρᾶτε, ἀδελφοί, τὸν χαρακτῆρα τῆς ἀληθείας καὶ τὸν ἔλεγχον τούτων παρανομίας.

Ὑπολαμβάνω δὲ καὶ περὶ τούτων ἱκανῶς εἰρῆσθαι· ὅθεν ταύτην παραλιπὼν ἐπὶ τὰς ἐξῆς τὴν πορείαν ποιήσομαι, ἐκεῖνο μόνον εἰπών, ὡς πάνυ φαίνεται ἐοικυῖα αὓτη διὰ τῆς πολυωνύμου ἀρχοντικῆς ὀνο- [*](1 Matth. 11, 25 — 4 joh. 2, 19 — 11 f vgl. S. 83, 8 — 14 I Tim. 3, 15 — 16 II Tim. 4, 4 — 17 I Tim. 1, 7 — 18 II Tim. 1, 15 — 19 vgl. II Tim. 2, 17 — 21 vgl. I Tim. 1, 4 — 23 f vgl. II Tim. 2, 18) [*](V M 4 ὁ ἐξ αὐτοῦ υἱὸς durchgestrichen Vcorr < M 8 ἐγείρεσθαί τε, εσθαι τε auf Rasur Veorr 10 <ὅτι> * 13 συνηταμένης M 16 2 Vcorr < M 18 Φύγελος, λ drüber Vcorr Φύγελλος M 23 ἀλλ᾿ 24 γεγεννῆσθαι, zweites ν durchgestrichen Vcorr 25 γενώντων M)

90
μασίας τῇ πολυπλόκῳ ἑρπετῶν κακοηθείᾳ.

τρόπον γάρ τινα ἐκ πολλῶν ἑρπετῶν ἀναμίξ τῆς αὐτῶν πλάνης συνηγμένη ἐστὶν ἡ ἰοβολία, οἷον τὸ θρασὺ ἔχουσα τοῦ δράκοντος, τὸ δολερὸν τοῦ φυσάλου, τὴν ἀνθέλκυσιν τῆς πνοῆς τοῦ βαί[τ]ωνος, τὸ γαῦρον τοῦ ἀκοντίου, τὸ προπετὲς τοῦ ὀστρακίτου.

τούτων δὲ πάντων τὴν κεφαλὴν καταπατήσαντες τῇ τῆς ἀληθείας ὑποθέσει ἐπὶ τὰς λοιπὰς διέλθωμεν, ἐπιπόθητοι, τὴν ἑκάστης πλάνην ἀποκαλύψαι ἐν θεῷ πειρώμενοι.

Κέρδων τις τούτους καὶ τὸν Ἠρακλέωνα διαδέχεται ἐκ τῆς αὐτῆς ὢν σχολῆς, ἀπὸ Σίμωνός τε καὶ Σατορνίλου λαβὼν τὰς προφάσεις. οὑτος μετανάστης γίνεται ἀπὸ τῆς Συρίας καὶ ἐπὶ τὴν Ῥώμην ἐλθὼν λυμεών τις πέφηνεν ἑαυτῷ τε καὶ τοῖς αὐτῷ πειθομένοις, ὁ ἐλεεινότατος.

ἐλεεινὴ γὰρ ἡ φύσις τῶν ἀνθρώπων, ὅταν καταλείψασα τὴν τοῦ θεοῦ ὁδὸν πλανᾶται, καὶ ἀπόλωλεν ἀπὸ τῆς τοῦ θεοῦ κλήσεως ἑαυτὴν ἀφορίσασα.