Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ πολλά ἐστιν ἃ μυθοποιοῦντες πλαστῶς ἐκτυποῦσι, βλάσηφημά τε πλάττοντες κατὰ τοῦ ὄντος θεοῦ παντοκράτορος, πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ἄρχοντος ὄντος καὶ πονηρίας εὑρετοῦ, ὡς ἀπ᾿ αὐτῶν τῶν παρ᾿ αὐτοῖς λόγων ἀλίσκονται.

Εἰ γὰρ πονηρῶν ἐστιν εὑρετὴς καὶ κακοποιός, πῶς εὐθὺς οὐκ ἀγαθὸς εὑρεθείη, ὡς καὶ ἐν ταῖς ἄλλαις αἱρέσεσιν εἴπαμεν, κατὰ πορνείας καὶ μοιχείας καὶ ἁρπαγῆς καὶ πλεονεξίας νομοθετήσας; θεὸν γὰρ αὐτὸν τῶν Ἰουδαίων καὶ αὐτοὶ λέγουσι· τοῖς Ἰουδαίοις δὲ τὸν νόμον ἔδωκεν, ἐν ᾠ πάντα ταῦτα ἀπηγόρευσεν ὡν εὑρετὴν αὐτὸν λέγουσιν εἶναι. πῶς δὲ πατὴρ τοῦ Σατανᾶ κληθείη ὁ κατ᾿ αὐτοῦ τὰ τοσαῦτα ὑποδείξας;

καὶ εἰ ἀλλότριός ἐστι τοῦ ἄνω παρ᾿ αὐτοῖς λεγομένου θεοῦ καὶ οὐκ αὐτός ἐστιν ὁ θεὸς ὁ παντοκράτωρ, ὁ βασιλεὺς καὶ κύριος ἡμῶν, ὁ ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίοις καὶ ἀποστόλοις > αὐτὸς θεὸς κύριος, πατὴρ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πῶς αὐτὸς σαφῶς ἡμᾶς διδάσκει ὁ κύριος ἐν [*](11f vgl. haer. 26, 8, 1; I 284, 12 f u. haer. 39, 5, 1; II 75, 10 — 13f zu Μαρσιανὸς Tgl. den Marsajies in Unbek. altgnost. Werk c. 7; S. 341,36 Schmidt (dazu C. Schmidt, Gnostische Schriften in kopt. Sprache. Leipzig 1892. S. 602) — 20 Tgl. haer. 28, 2, 1ff; I 314, 14ff) [*](V M 3 † σωματικὸν] lies ἀόρατον oder σωματικὸν >, Tgl. S. 89, 6f * I <δημιουργὸν> * 6 ἀκατο//νόμαστον, ἀ vorgesetzt, ο aus ω V corr | > 8 † ᾠ] lies ὅθεν * οἳ ül. 11 <υἱοὺς> * 13 Μαρσιάδην Nicet. 16 ὄντος, ο aus ω V corr 27 κύριος] θεὸς M 28 <κηρυσσόμενος>)

89
εὐαγγελίῳ λέγων »εὐχαριστῶ σοι, πάτερ, κύριε οὐρανοῦ καὶ γῆς«. ἵνα δείξῃ τὸν αὐτοῦ πατέρα θεὸν τῶν πάντων.

8. Καὶ περὶ νεκρῶν ἀναστάσεως ὑποφαίνων ἔσεσθαι πάλιν φησὶν ὁ ἐξ αὐτοῦ υἱός »λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν«· ναὸν δὲ ἔλεγε τὸ ἴδιον σῶμα, λυόμενον μὲν διὰ χειρῶν ἀνθρώπων τουτέστιν ἀποκτεινόμενον.

τὸ δὲ μὴ δὲ σῶμα, ἀλλὰ δοκήσει φαινόμενον, ὡς οὑτοι πάλιν λέγουσιν, οὐκ ἂν ἠδύνατο εἰς χεῖρας ἔρχεσθαι ἐγείρεσθαί τε τῇ τρίτῃ ἡμέρᾳ, καθὼς ἐπηγγείλατο.

δέδεικται τοίνυν σαφῶς διὰ τῆς τοιαύτης οἰκονομίας ἀναντίρρητος ἡ τῶν νεκρῶν ἀνάστασις καὶ <ὅτι> οὔτε χρεία ἐστὶν ἀπολογίας τῇ ἵνα λαλήσῃ πρὸς ἐκάστην ἐξουσίαν πλάττονται γὰρ καὶ τοῦτο, ὡς εἴρηται), ἀλλὰ τῆς τοῦ κυρίου εὐεργεσίας τῆς διὰ τῶν ἔργων καὶ τῆς πίστεως συνισταμένης, ὡς λέγει ὁ ἁγιώτατος Παῦλος,

γράφων τῷ Τιμοθέῳ διὰ τούτων τῶν λόγων »ὅπως γινώσκοις πῶς δεῖ ἐν κυρίου περιπατεῖν, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἐδραίωμα τῆς ἀληθείας«, »ἣν οἱ πολλοὶ ἀφέντες εἰς μύθους καὶ εἰς μωρολογίας ἐξετράπησαν«, »μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται«· »ὧν ἐστι Φύγελος καὶ Ἑρμογένης«.