Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πρὸς τοῦτον τὸν γέροντα καταχθεὶς ὁ προειρημένος Εὔτακτος, εἴ γε Εὔτακτος, ἀπὸ τῆς Αἰγύπτου διερχόμενος καὶ μεταλαβὼν τῆς τοῦ γέροντος κακοδιδασκαλίας, ὡς μεγάλην ἐμπορίαν τὸ δηλητήριον τοῦτο [*](2 vgl. haer. 23, 7, 2; I 255, 21 ἀσπὶς παρ ἐχίδνης ἰὸν δανειζομένη — 6f vgl. Matth. 7, 15 — 16 vgl. haer. 29, 7, 7; I 330, 4ff u. die andern dort ührten Stellen) [*](V M 2 ἰὸν + δεχόμενος, τὴν αὐτοῦ >? * 3f Ἐλευθερο///πόλεως, υ ausradiert V corr 4 <καὶ> Pet. 5 κα///φαρβαριχὰ, 1 Buchstabe ausradiert 7 κόδιον V | ἔνδο///θεν, ο aus ω V corr 15 nach ὑπὸ 3 Buchstaben ausradiert V 16 Κωκάβῃ *] Κωχάβη VM | αἱ übergeschrieben V corr 21 ὑφ᾿ υ auf Rasur V corr 23 βδελλυχθεὶς, erstes λ durchgestrichen V corr | ὑπὸ, υ auf Rasur V corr 21 ἐπιμελο///μένων, υ ausradiert V corr ἐπιμελουμένων Μ 25f εἴγε Εὔτακτος nachgetragen V corr 26 Ἄτακτος M 1 ἐρχόμενος Μ)

82
λαβὼν εἰς τὴν ἑαυτοῦ πατρίδα ἀπεκόμισεν· ἠν γὰρ ἀπὸ τῆς μικρᾶς Ἀρμενίας ὡς ἔφην ὁρμώμενος, τῶν Σατάλης πλησίον τόπων.

ἐπανελθὼν γοῦν εἰς τὴν ἑαυτοῦ πατρίδα πολλοὺς ἔχρανε τῆς αὐτῆς μικρᾶς Ἀρμενίας, προσφθαρείς τισι πλουσίοις συγκλητικῇ τέ τινι καὶ ἄλλοις περιβλέπτοις, δι᾿ ὡν διαφανῶν ανδρῶν πολλοὺς ἐκεῖσε ἀπώλεσε. τάχιον δὲ αὐτὸν ὁ κύριος τοῦ βίου ἐξήλειψεν, πλὴν ὅτι ἔσπειρε τὸ ἑαυτοῦ ζιζάνιον.

2. Καὶ αὑτοι δὲ ὁμοίως βίβλους ἑαυτοῖς ἐπλαστογράφησάν τινας ἀποκρύφους, ὡν τὰ ὀνόματά ἐστι ταῦτα· τὸ μὲν γὰρφ Συμφωνίαν μικρὰν δῆθεν βιβλίον καλοῦσι, τὸ δὲ μεγάλην Συμφωνίαν. ἀλλὰ καὶ ἄλλα τινὰ βιβλία ἑαυτοῖς ἐπισωρεύουσιν * οἱς ἐὰν συντύχωσιν, ἵνα δόξωσι τὴν ἑαυτῶν πλάνην διὰ πολλῶν βεβαιοῦν, ἐπισυνεισφέρεσθαι.

ἤδη δὲ καὶ τοῖς Ἀλλογενέσι καλουμένοις κέχρηνται· βίβλοι γάρ εἰσιν οὕτω καλούμεναι. λαμβάνουσι δὲ λαβὰς ἀπὸ τοῦ Ἀναβατικοῦ Ἠσαΐα, ἔτι δὲ καὶ ἄλλων τινῶν ἀποκρύφων.

τὸ δὲ πᾶν ἐκ τοῦ Συμφωνία καλουμένου βιβλίου *, ἐν ᾡ ὀγδοάδα τινὰ λέγουσιν εἶναι οὐρανῶν καὶ ἑβδομάδα, εἶναι δὲ καθ’ ἕκαστον οὐρανὸν ἄρχοντας· καὶ τοὺς μὲν εἶναι εἰς τοὺς ἑπτὰ οὐρανούς, καθ᾿ ἔνα οὐρανὸν ἕνα ἄρχοντα, τάξεις δὲ εἶναι ἑκάστῳ ἄρχοντι, καὶ τὴν Μητέρα τὴν φωτεινὴν ἀνωτάτω ἐν τῷ ὀγδόῳ εἶναι. καθάπερ αἱ ἄλλαι αἱρέσεις.

καὶ τινὲς μὲν αὐτῶν κατὰ τὰ σώματα κεχραμμένοι ἀσελγείᾳ τυγχάνουσιν, ἄλλοι δὲ δῆθεν προσποιητὴν νηστείαν ὑποκρίνονται ἀπατῶσί τε τοὺς ἀγελεστέρους ἀνθρώπους, προσχήματι μοναζόντων ἀποταξίαν τινὰ σεμνυνόμενοι.

φασὶ δὲ εἶναι καθ’ ἕκαστον οὐρανόν, ὡς προεῖπον, ἀρχὴν καὶ ἐξου- σίαν καὶ ἀγγελικάς τινας ὑπηρεσίας, ἑκάστου ἄρχοντος ἑαυτῷ γεγεννηκότος καὶ πεποιηκότος ὑπηρεσίαν· μὴ εἶναι δὲ σαρκὸς ἀνάστασιν, ἀλλὰ μόνον ψυχῆς.