Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

1. Ἀρχοντικῶν τις αἱρεσις τούτοις ἕπεται, οὐκ ἐν πολλοῖς δὲ τόποις αὕτη φέρεται ἢ μόνον ἐν τῇ Παλαιστινῶν ἐπαρχίᾳ· μετήνεγκαν δὲ τὸν αὐτῶν ἰὸν ἤδη που καὶ εἰς τὴν μεγάλην Ἀρμενίαν, ἀλλὰ καὶ ἐν τῇ

μικρᾷ Ἀρμενίᾳ τοῦτο τὸ ζιζάνιον ἤδη ἔσπαρται ὑπὸ ἀνδρός τινος ἐπιδημήσαντος τῇ Παλαιστινῶν γῇ ἀπὸ Ἀρμενίας ἐν χρόνοις Κωνσταντίου περὶ τὴν αὐτοῦ τελευτήν, Εὐτάκτου ὀνόματι, μᾶλλον δὲ ἀτάκτου τὸν τρόπον καὶ μαθόντος τὴν κακοδιδασκαλίαν ταύτην, [*](V M 2 καὶ ἐλθὼν nach εἰληφὼς durchgestrichen V corr < M | ἐνανθρωπήσας ἐνηνθρώπησεν VM | τελειότητα M 8 * ἀνατροπῆς > * 14 ἣν δὴ U] ἤδη V ἦν δὴ M 23 Unterschrift κατὰ Σηθιανῶν VM 24 κατὰ Ἀρχοντικῶν εἰκοστὴ ἡ καὶ μݲ VM 27 αὐτῶν aus αὐτὸν Vcorr 30 Κωνσταντί///ου, ν V corr)

81
εἶτα ἐπανελθόντος εἰς τὰ οἰκεῖα καὶ διδάξαντος.

μετέλαβεν δέ, ὡς ἔφην, ἐν Παλαιστίνῃ ὡς ἀπὸ ἀσπίδος ἰὸν ἀπὸ Πέτρου τινὸς γέροντος, ἀναξίως Πέτρου καλουμένου, ὃς κατῴκει ἐν τῇ τῆς Ἐλευθεροπόλεως > Ἱερουσαλὴμ ἐνορίᾳ, ἐπέκεινα τῆς Χεβρὼν σημείοις τρισί· Καφαρβαριχὰ τὴν κώμην καλοῦσιν.

οὑτος ὁ γέρων τὰ πρῶτα ἔνδυμα εἶχεν ἔκπληκτον, ὑποκρίσεως γέμον· ἔξωθεν μὲν γὰρ ἀληθῶς κώδιον προβάτου ἠμφίεστο, ἠγνοεῖτο δὲ ἔνδοθεν λύκος ὑπάρχων ἅρπαξ. ἀναχωρητὴς γὰρ ἐδόκει εἶναι, ἐν σπηλαίῳ τινὶ καθεζόμενος, ὃς πολλοὺς δῆθεν συνήγαγεν εἰς ἀπόταξιν καὶ πατὴρ δῆθεν διά τε τὸ γῆρας καὶ τὸ σχῆμα ἐκαλεῖτο, τά τε αὐτοῦ ὑπάρχοντα πτωχοῖς διένειμεν καὶ καθ᾿ ἡμέραν ἐλεημοσύνας ἐποίει.

ἐν δὲ τῇ πρώτῃ ἡλικίᾳ αὐτοῦ ἐν πολλαῖς αἱρέσεσιν ἐξητάσθη, ἐπὶ Ἀετίου δὲ τοῦ ἐπισκόπου κατηγορηθεὶς καὶ ἐλεγχθεὶς τότε τὴν τῶν Γνωστικῶν μετιὼν αἵρεσιν καθῃρέθη ἀπὸ τοῦ πρεσβυτερίου (ἠν γὰρ κατασταθείς ποτε τοῦ τε τόπου μετὰ τὸν ἔλεγχον ὑπὸ Ἀετίου ἐδιώχθη καὶ ἀπελθὼν κατῴκησεν έν τῇ Ἀραβίᾳ ἐν Κωκάβῃ, ἔνθα αἱ τῶν Ἐβιωναίων τε καὶ Ναζωραίων ῥίζαι ἐνήρξαντο, ὡς καὶ ἐν πολλαῖς αἱρέσεσι περὶ τοῦ τόπου τούτου ἐσήμανα.

ὕστερον δὲ ὡς σωφρονισθεὶς πρὸς τὸ γῆρας πάλιν ἐπανῆλθε, φέρων ἑαυτῷ ταύτην τὴν ἰοβολίαν κρύβδην καὶ παρὰ πᾶσιν ἀγνοούμενος, ἕως ὅτε εἰς ἔσχατον ἀφ᾿ ὡν εἰς ὠτά τινων ἐψιθύρισε ῥημάτων ἐλεγχθεὶς τοιοῦτος ὑφ᾿ ἡμῶν ἀνεθεματίσθη καὶ ἐλήλεγκται διὰ τῆς ἡμῶν βραχύτητος.

καὶ ἐκάθισεν ἐν τῷ σπηλαίῳ λοιπόν, βδελυχθεὶς ὑπὸ πάντων καὶ μονωθεὶς ἀπὸ τῆς ἀδελφότητος καὶ ἀπὸ πλείστων τῶν τῆς ζωῆς ἑαυτῶν ἐπιμελομένων.