Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τάχα δὲ οἶμαι ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ συντετυχηκέναι καὶ ταύτῃ τῇ αἱρέσει οὐ γὰρ ἀκριβῶς τὴν χώραν μένηνμαι, ἐν ᾐ αὐτοῖς συνέτυχον)· καὶ τὰ μὲν κατὰ ἱστορίαν φύσει αὐτοψίᾳ περὶ ταύτης ἔγνωμεν, τὰ δὲ ἐκ συγγραμμάτων περὶ αὐτῆς ἐμάθομεν.

Οὑτοι γὰρ οἱ Σηθιανοὶ ἀπὸ Σὴθ τοῦ υἱοῦ τοῦ Ἀδὰμ σεμνύνονται τὸ γένος κατάγειν αὐτόν τε δοξάζουσι καὶ εἰς αὐτὸν πάντα ὅσαπερ ἀρετῆς εἰναι * ἀναφέρουσι, τά τε τῆς ἀρετῆς τεκμήρια καὶ δικαιοσύνης καὶ ὅσα τοιαῦτα ὑπάρχει. οὐ μὴν δὲ ἀλλὰ καὶ Χριστὸν αὐτὸν ὀνομάζουσι καὶ αὐτὸν εἶναι τὸν Ἰησοῦν διαβεβαιοῦνται.

διδάσκουσι δὲ αὐτῶν τὴν διδασκαλίαν οὕτω, ὅτι, φησίν, ἐξ ἀγγέλων γεγένηται τὰ πάντα καὶ οὐκ ἐκ τῆς ἄνω δυνάμεως.

2. Οὑτοι γὰρ συνῳδὰ λέγουσι τῇ πρώτῃ αἱρέσει τῶν Καϊανῶν κατὰ τοῦτο τὸ μέρος· γεγενῆσθαι ἐξ ὑπαρχῆς εὐθὺς δύο ἀνθρώπους καὶ ἐκ τῶν δύο εἶναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, περὶ τούτων τε στασιάσαντας τοὺς ἀγγέλους εἰς <πόλεμον πρὸς> ἀλλήλους ἥκειν, οὕτω τε πεποιηκέναι ἀποκτανθῆναι τὸν Ἄβελ ὑπὸ τοῦ ΚάΪν·

ἦν γὰρ ἡ στάσις σις τοῖς ἀγγέλοις ἀγωνιζομένοις περὶ τῶν γενῶν τῶν ἀνθρώπων, * τούτων τῶν δύο, τοῦ γεγεννηκότος τὸν Κάϊν καὶ τοῦ γεγεννηκότος τὸν Ἄβελ.

κεκρατηκέναι δὲ τὴν ἄνω δύναμιν, ἣν Μητέρα φάσκουσι καὶ Θήλειαν· δοκεῖ γὰρ αὐτοῖς εἶναι καὶ μητέρας ἄνω καὶ θηλείας καὶ ἄρρενας, ὀλίγου δὲ δεῖ καὶ συγγενείας καὶ πατριαρχίας λέγειν. [*](8ff vgl. unten c. 3, 5; S. 74, 15ff n. Ps. Tertullian adv. omn. haer. 2 de Christo autem sie sentiunt, ut dicant illum tantumniodo Seth et pro ipso Seth ipsum fuisse — 15 vgl. haer. 38, 2, 6f; II 65, 1ff — 16 — 24 vgl. Ps. Tertullian a. a. Ο. huius perversitatis doctrina haee est: duos homines ab angelis consfitutos, Cain et Abel, propter hos niagnas inter angelos contentiones et discordias extitisse Filastrius haer. 3; S. 2, 28ff Marx quod duobus creatis hominibus imtio et angelis in dissensione constitutis tenuit virtus in coelo feminea; apud eos enim masculi et feminae, dii deaeque esse putantur — 23 zu Θήλειαν vgl. Hippolyt refut. V 19, 14 S. 119, 5 Wendland γέννημα Θηλείας) [*](V M 7 περὶ αὐτῆς ἐμάθομεν durchgestrichen V corr < M τε*] δὲ VM 10 * etwa <δοκεῖ> Pet. 18 <πόλεμον πρὸς> > * 19 nach ὑπὸ τοῦ Κάϊν + τὸν Κάϊν μόνον, durchgestrichen V corr 20 * etwa <στασιαξόντων> * 24 ἄρσενας V | δεῖ *] δεῖν V M)

73
ἐπεὶ οὖν κεκράτηκε, φασίν, ἡ Μήτηρ καὶ Θήλεια καλουμένη,

γνοῦσα ὅτι ἀπέκτανται Ἄβελ, ἐνθυμηθεῖσα ἐποίησε γεννηθῆναι τὸν Σὴθ καὶ έν [*](Ö524) τούτῳ ἔθετο τὴν αὐτῆς δύναμιν, καὶ] καταβαλοῦσα | ἐν αὐτῷ σπέρμα τῆς ἄνωθεν δυνάμεως καὶ τὸν σπινθῆρα τὸν ἄνωθεν πεμφθέντα εἰς πρώτην καταβολὴν τοῦ σπέρματος καὶ συστάσεως.

καὶ εἰναι ταύτην σύστασιν τῆς δικαιοσύνης καὶ ἐκλογὴν σπέρματος καὶ γένους, ὅπως διὰ τῆς αύτης συστάσεως καὶ τούτου τοῦ σπέρματος καθαιρεθῶσιν αἱ δυνάμεις τῶν ἀγγέλων τῶν τὸν κόσμον πεποιηκότων καὶ τοὺς δύο ἀπ᾿ ἀρχῆς ἀνθρώπους.