Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διὰ τοῦτο καὶ ὁ ἅγιος Ἰωάννῃς εἶπεν »ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, οὗτος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, ἀλλὰ ἐκ τοῦ Κάϊν ἐστίν, ὃς ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ. καὶ διὰ τί αὐτὸν ἀπέκτεινεν; ὅτι ἦν πονηρὰ τὰ ἔργα αὐτοῦ καὶ ἐζήλωσε τὰ ἔργα αὐτοῦ, ὅτι ἦν καλά«.

οὕτω καὶ οὑτοι μᾶλλον φθονοῦντες τῷ Ἄβελ τῷ καλὰ ἔργα ἔχοντι, τὸν δὲ Κάϊν τιμῶντες, πῶς οὐκ ἐλέγχονται, διαρρήδην τοῦ σωτῆρος λέγοντος καὶ ἀπότομον ἀπόφασιν ὁρίζοντος αὐτοῖς ὅτι »ζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης πᾶν αἷμα δίκαιον ἀπὸ Ἄβελ τοῦ δικαίου τὸ ἀπ’ ἀρχῆς ἐκκεχυμένον ἕως [*](4 vgl. Gen. 4, 8 — 6 Matth. 26, 15 — 7 Matth. 26, 48 — 8 Matth. 26, 49 — 9 vgl. Matth. 15, 8 (Jes. 29, 13) — 16 Gen. 4, 9 — 17 Hiob 1, 9 — 20 Gen. 3, 5. 4 — 22 Gen. 4, 8 — 23ff vgl. I Job. 3, 15; 4, 18; 3, 12 — 29 Matth. 23, 35) [*](Y M 3 ὁ2 < M 4 ἐκεῖνος Corn.] ἐκεῖ VM 5 τοῦ nachgetragen V corr ἐξαγαγὼν αὐτὸν nachgetragen V corr 10 vor πατὴρ ein Buchstabe ὁ?) ausradiert V corr 15 vor ψεύδει + τῶ M nachgetragen V corr 21 προ///σχήματι, σ ausradiert V corr 24 ὃς *] ὅτι VM)

69
Ζαχαρίου τοῦ προφήτου, οὑ ἀπεκτείνατε μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου« καὶ τὰ ἑξῆς;

6. Οὐκ ἄρα τοίνυν ὡς οὗτοί φασι διὰ γνῶσιν ὁ Ἰούδας παρέδωκε τὸν σωτῆρα οὐδὲ οἱ Ἰουδαῖοι μισθὸν ἔχουσι σταυρώσαντες τὸν κύριον, καίτοι γε διὰ σταυροῦ ἐχόντων ἡμῶν τὴν σωτηρίαν.

οὔτε γὰρ παρέδωκεν αὐτὸν Ἰούδας, ἴνα γένηται ἡμῖν εἰς σωτηρίαν, ἀλλὰ κατὰ ἄγνοιαν καὶ ζῆλον καὶ φιλαργυρίαν ἀρνησιθεΐας.

κἄν τε γὰρ εἴποι ἡ γραφὴ τὸν Χριστὸν μέλλοντα σταυρῷ παραδίδοσθαι ἢ κἂν εἴπῃ ἡ θεία γραφὴ τὰ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν δι᾿ ἡμῶν ἐπιτελούμενα ἀτοπήματα, οὐ πάντως εὕροι ἄν τις ἡμῶν τῶν τὰ παράνομα πραττόντων ἀπολογίαν, τὴν τῆς γραφῆς μαρτυρίαν προφέρων προθεσπιζούσης ταῦτα ἔσεσθαι.

οὐ γὰρ ὅτι εἶπεν ἡ γραφὴ ποιοῦμεν, ἀλλ’ ὅτι ἐμέλλομεν ποιεῖν προεῖπεν ἡ γραφή, διὰ τὴν τοῦ θεοῦ πρόγνωσιν καὶ ἵνα θεὸς ἀγαθὸς ὑπάρχων, ἐπιφέρων δὲ τὴν ὀργὴν κατὰ τῶν ἁμαρτανόντων μὴ ὑποληφθῇ πάθει συνεχόμενος.

ἡ γὰρ καθ’ ἑκάστου τῶν ἁμαρτανόντων παρὰ θεοῦ ὀργὴ οὐκ ἀπὸ πάθους ὁρμᾶται· ἀπαθὲς γὰρ τὸ θεῖον, ἐπιφέρει δὲ τὴν ὀργὴν κατὰ ἀνθρώπων οὐ πάθει ληφθὲν ἀγανακτήσεως οὐδὲ ὀργῇ ἡττηθὲν καὶ κρατούμενον. δείκνυσι γὰρ τὸ ἀπαθὲς ὁ θεός, προειπὼν ἡμῖν τὴν ἐσομένην κρίσιν καὶ τὴν δικαίαν παρ᾿ αὐτοῦ τιμωρίαν γινομένην, ἵνα τὸ ἀπαθὲς σημάνῃ τῆς θεότητος.

προεῖπεν τοίνυν ἡ γραφὴ κατὰ πρόγνωσιν προασφαλιζομένη καὶ διδάσκουσα, ἵνα μὴ ἐμπέσωμεν εἰς ὀργὴν ἀνήκεστον θεοῦ, τὴν οὐ πάθει ὁρισθεῖσαν οὐδὲ συμβαίνουσαν ἀπὸ ἥττης, ἀλλὰ δικαιότατα τοῖς τὴν ἁμαρτίαν ἐκτελοῦσιν ἀνθρώποις προετοιμασθεῖ- σαν καὶ μὴ μετανοοῦσιν ἐξ ἀληθείας.