Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἄρα γοῦν ἐξ απαντος ἔγνωμεν ὡς περὶ τοῦ Ἰούδα ἔλεγεν τοῖς Ἰουδαίοις· »ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται«, καὶ ᾠ τις πείθεται, τοῦτον πατέρα ἔσχηκεν καὶ ἀρχηγὸν τῆς αὐτοῦ πειθοῦς.

φησὶν οὐν ὁ κύριος »ὑμεῖς υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ«, ἐπειδὴ ἀντὶ τοῦ Χριστοῦ τῷ Ἰούδᾳ ἐπείσθησαν, καθάπερ ἀπὸ θεοῦ ἐκκλίνασα ἡ Εὔα τῷ ὄφει ἐξ ἀρχῆς ἐπείσθη.

ἐπειτα ὅτι καὶ ψεύστης ἠν οὐ μόνον, ἀλλὰ καὶ κλέπτῃς κατὰ τὸ ἐν τῷ εὐαγγελίῳ εἰρημένον. διὸ καὶ αὐτῷ παρέδωκε τὸ [*](4 vgl. unten haer. 40, 5, 5; II 85, 28ff — 16 Joh. 6, 70 — 18 Job. 17, 11 f — 21 Matth. 26, 24 — 24 II Petr. 2, 19 — 26 Joh. 8, 44 — 29 f vgl. Joh. 12, 6) [*](V M 3 ἐκ τῶν auf Rasur Vcorr 7 τὸν aus τῶν V corr 12 φησιν] * 14 λέγων *] λέγει VM | αὐτῶν U] ἑαυτῶν VM 15 * <ἐσήμανε> * 17 διάβολον διάβολος V M 19 ἐφύλασσα V M 22 οὐαὶ δὲ] οὐδὲ M | γὰρ] δὲ, durchgestrichen u. γὰρ auf Rasur gesetzt Vcorr 23 εἰ auf Rasur V corr 27 ὑμῶν nachgetragen V corr 29 nach ὅτι ein Wort von 2 — 3 Buchstaben ausradiert V corr | vor ψεύστης + ὁ M; lies wohl οὐ ψεύστης ἦν μόνον * 30 τὸ1 aus τῶ V corr)

68
γλωσσόκομον, ἵνα ἀναπολόγητος ᾖ διὰ φιλαργυρίαν τὸν ἴδιον δεσπότην παραδοὺς εἰς χεῖρας ἀνθρώπων.

τίς οὖν ὁ τούτου πατήρ, ὁ πρὸ αὐτοῦ ψεύστης ὑπάρχων, ἀλλ’ ἢ ὁ Κάϊν, οὗ μιμητὴς ὁ Ἰούδας; ἐκεῖνος γάρ, ψευσάμενος τῷ ἀδελφῷ ὡς ἐν φιλαδελφίᾳ, ἠπάτησε καὶ παρέπεισεν διὰ τοῦ ψεύδους καὶ ἐξαγαγὼν αὐτὸν ἐν τῷ πεδίῳ ἐπάρας τὴν χεῖρα ἀπέκτεινεν.

οὕτω καὶ ὁ Ἰούδας »τί θέλετέ μοι« φησί δοῦναι, καὶ ἐγὼ αὐτὸν παραδώσω ὑμῖν;« καί »ὃν ἂν φιλήσω. αὐτός ἐστι, κρατήσατε αὐτόν«. καὶ ἐλθὼν ὁ προδότης »χαῖρε Ῥαββί« ἔλεγε, τοῖς χείλεσι τιμῶν, καρδίαν δὲ πόρρω ἀπέχουσαν θεοῦ κεκτημένος.

5. Ἄρα γοῦν οὗτος ὁ Ἰούδας, πατὴρ αὐτῶν γενόμενος κατὰ τὴν ἀρνησιθεΐαν καὶ προδοσίαν, Σατανᾶς ὑπάρξας καὶ διάβολος οὐ τῇ φύσει. ἀλλὰ τῇ γνώμῃ, υἱὸς γεγένηται οὑτος κατὰ μίμησιν τοῦ Κάϊν τοῦ άνθρωποκτόνου τοῦ ψεύστου, ἐπειδὴ καὶ ὁ πατὴρ αὐτοῦ πρὸ αὐτοῦ ψεύστης ἠν, οὐχὶ ὁ Ἀδὰμ ἀλλ’ ὁ διάβολος,

οὗ τὴν μίμησιν ἴσχεν ἐν τῇ ἀδελφοκτονίᾳ καὶ μίσει καὶ ψεύδει καὶ πρὸς θεὸν ἀντιλογίᾳ, τῷ λέγειν, »μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; οὐκ οἶδα ποῦ ἐστιν‘· οὕτω καὶ ὁ διάβολος τῷ κυρίῳ φησί μὴ δωρεὰν σέβεται Ιὼβ τὸν θεόν;«

ἐπειδὴ γὰρ αὐτὸς ὁ διάβολος τῷ ψεύδει ἀπατᾷ τὴν Εὔαν καὶ τὸν Ἀδάμ, ἕτερα ἀνθ᾿ ἑτέρων λέγων καὶ φιλίαν προσποιητὴν ἐνδεικνύμενος, ὅτι »ἔσεσθε ὡς θεοί, καὶ οὐκ ἀποθανεῖσθε«, τοῦτον μιμούμενος ὁ Κάϊν προσχήματι φιλαδελφίας ἠπάτα τὸν ἀδελφὸν λέγων »διέλθωμεν εἰς τὸ πεδίον«.