Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ ἀθυρογλώττως φθέγγονται, τὴν διάνοιαν τυφλώττοντες. καὶ γὰρ ἐΠὶ τὸν πάντων δεσπότην, θεὸν Ἰουδαίων καὶ Χριστιανῶν καὶ πάντων, τὴν συγγένειαν ἐκείνῳ ἀνάγουσι, τοῦτον πατέρα τοῦ ἐκείνου πατρὸς εἶναι λέγοντες, τὸν νομοθετήσαντα διὰ Μωυσέως καὶ τοσαῦτα θαυμάσια πεποιηκότα. οὐκ ἔστιν δὲ τοῦτο, ὠ ἀγαπητοί.

αὐτὸς γὰρ εὐθύς φησιν] ὁ κύριος, ἐν ἅπασιν ἡμῶν τὴν ἐπιμέλειαν ποιούμενος, ἕνα μὴ ἐν παρεκβάσει γενώμεθα τοῦ προκειμένου ἕτερα ἀνθ’ ἑτέρων σοφιζόμενοι καὶ διανοούμενοι, λέγων πατέρα αὐτῶν εἶναι τὸν διάβολον Ἰούδαν *,

ὃν καὶ Σατανᾶν κέκληκεν καὶ διάβολον λέγων πρὸς τοὺς μεθητάς »οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην καὶ εἷς ἐξ ὑμῶν διάβολος;« οὐχὶ διάβολον λέγων φύσει, ἀλλὰ κατὰ τὴν γνώμην.

πάλιν δὲ ἐν ἑτέρῳ τόπῳ λέγει πάτερ κύριε οὐρανοῦ καὶ γῆς, τήρησον τούτους οὓς δέδωκάς μοι. ὅτε ἤμην μετ’ αὐτῶν, ἐφύλαξα αὐτούς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας«.

πάλιν ἄλλοτε λέγει ὅτι »δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι κατὰ τὸ γεγραμμένον περὶ αὐτοῦ. οὐαὶ δὲ δί οὑ παραδοθήσεται. συνέφερεν γὰρ αὐτῷ εἰ οὐκ ἐγεννήθη«, καὶ τὰ ἑξῆς.