Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

9. Πανταχόθεν τοίνυν φωρατὴ καὶ ἔκδηλος ἡ τούτων ἄνοιά ἐστι παντὶ τῷ βουλομένῳ εἰδέναι τὴν τῆς ἀληθείας διδασκαλίαν καὶ πνεύματος ἁγίου γνῶσιν.

ἵνα δὲ μὴ ἀναλίσκω χρόνον, καὶ ταύτην διαπλευσάμενος τὴν χαλεπὴν καὶ δύσπλουν τοῦ πελάγους ζάλην ἐπὶ τὰς ἑτέρας θαλαττίους ποντοπορείας τὸ σκάφος ὁπλίσομαι, ἐπιμελῶς τοὺς αὐχένας κρατῶν ἐν τῇ

τοῦ θεοῦ δυνάμειν καὶ εὐχαῖς ἁγίων, ὅπως παραπλέοντες κατοπτεύσωμεν τῶν ἀγρίων κυμάτων τὴν κύρτωσιν καὶ τῶν ἐν τοῖς πελάγεσι θηρίων ἰοβόλων τὰς μορφάς, ἄπληκτοι δὲ ἀπὸ σμυραινώδους ἰοῦ καὶ τρυγόνος καὶ δρακαίνης καὶ καρχαρίου καὶ σκορπαίνης περᾶσαι καὶ τοῦ εὐδίου τῆς ἀληθείας λιμένος δι᾿ εὐχῆς καὶ ἱκεσίας ἐπιτυχεῖν δυνηθείημεν,

πληρουμένου καὶ ἐν ἡμῖν τοῦ ῥητοῦ τοῦ »οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν τὰς ἀρετὰς τοῦ κυρίου διηγήσονται«. ἐφ᾿ ἑτέραν τοίνυν ταύτης καθεξῆς τὴν πορείαν ποιήσομαι πρὸς διήγησιν.