Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον· τὸν δὲ λόγον ὄνομα γενέσθαι καὶ τὸ ὄνομα τοῦτο εἲναι, ὃ γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν· ὃ καὶ ὀνομάσασαν αὐτὴν παραυτίκα σιωπῆσαι.

προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖόν τι μέλλειν αὐτὴν λέγειν, πάλιν ἡ Τετρακτὺς παρελθοῦσα εἰς τὸ μέσον φησίν·

ὡς εὐκαταφρόνητον ἡγήσω τὸν λόγον, ὃν ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας. οὐ τοῦθ᾿ ὕπερ οἶδας καὶ δοκεῖς > πάλαι, ἐστὶν ὄνομα· φωνὴν γὰρ μόνον ἔχεις αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς.

Ἰησοῦς μὲν τάρ ἐστιν ἐπίσημον ὄνομα ἓξ ἔχον γράμματα, ὑπὸ πάντων τῶν τῆς κλήσεως γινωσκόμενον· τὸ δὲ παρὰ τοῖς Αἰῶσι τοῦ Πληρώματος, πολυ- [*](V M lat. Hipp.) [*](1 κεφαλὴν + φησὶν Hipp. | vor τὸ α + primum lat. + τὸ πρῶτον Hipp. | τὸ α καὶ τὸ ω] Α et Ω lat. ἄλφα ω Hipp.; ebenso im Folgenden das καὶ zwischen den beiden Buchstaben bei Hipp, ausgelassen | ἅμα χερσὶν < Hip. 2 φράγμα | κοιλίαν Hipp.] νῶτον V Μ ventrem lat. | αἰδοῖα Hipp.] κοιλίαν V M ferenda lat. 4 τοῦτ᾿ Hipp. | μάγον] Μάρκον Hipp. 6 τε] autem lat. | αὐτὸ] eum lat. < Hipp. 8 μὲν < Hipp. 9 <τὸ τῆς> Hipp. | τὸν αὐτὸν τὸν γεννήτορα Hipp. | πατροδότορα] προπάτορα Hipp. 10 στομάτων] ore lat. 12 λαλῆσαι] locuta esHat. 13 εἶναι τοῦτο Hipp, esse hoc lat. 14 παραυτίκα Hipp.] παρ᾿ αὐτῆ καὶ V M statim lat. | σιωπῆσαι Hipp.] σιωπὴν V M taeuit lat. 15 πλεῖον αὐτὴν μέλλειν τι Hipp. | λέγειν] dieturam lat. 16 ὡς εὐκαταφρόνητον] οὕτως εὐήθη Hipp. | λόγον + τοῦτον Hipp. | ὃν am Rande nachgetragen Vcorr < Hipp. | στομάτων] ore lat. 17 τοῦτο Hipp. | <ἔχειν> lat. | πάλαι Hipp.] παλαιὸν V M olim lat. | ἐστὶν] τουτέστιν Hipp. 18 μόνον Hipp. | hinter αὐτοῦ ein τὴν αὐτοῦ getilgt Vcorr 19 μὲν γὰρ] autem lat. | ἓξ ἔχον Hipp.] ἓξ ὢν V ἐξ ὧν M sex habens lat. | τῶν < Hipp. 20 γινωσκόμενον] cognitum lat. ἐγκαλούμενα Hipp. | + πέντε Hipp.)

14
μερὲς τυγχάνον, ἄλλης ἐστὶν μορφῆς καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ᾿ ἐκείνων τῶν συγγενῶν, ὧν τὰ Μεγέθη παρ᾿ αὐτῷ ἐστι διὰ παντός.

Ταῦτ᾿ οὖν τὰ παρ᾿ ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀπορροίας ὑπάρχειν γίνωσκε τῶν τριῶν δυνάμεων εἰκονικὰς τῶν περιεχουσῶν τὸν ὅλον τῶν ἄνω στοιχείων ἀριθμόν.

τὰ με) γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας διὰ τὸ ἀφώνους αὐτοὺς εἶναι τουτέστιν ἀρρήτους καὶ ἀνεκλαλήτους·

τὰ δὲ ἡμίφωνα, ὀκτὼ ὄντα, τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν φωνηέντων καὶ ἀναδέχεσθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόρροιαν, τῶη δ᾿ ὐπ᾿ αὐτὰ τὴν ἀναφοράν·

τὰ δὲ φωνήεντα καὶ αὐτὰ ἑπτὰ ὄντα, τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, ἐπεὶ διὰ τοῦ Ἀνθρώπου > φωνὴ προελοῦσα ἐμόρφωσε τὰ ὅλα. ὁ γὰρ ἦχος τῆς φωνῆς μορφὴν αὐτοῖς περιεποίησεν.