Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἕκαστον Τε τῶν στοιχείων ἴδια γράμματα καὶ ἴδιον χαραχτῆρα καὶ ἰδίαν ἐκφώνησιν καὶ σχήματα καὶ εἰκόνας ἔχειν καὶ μηδὲν αὐτῶν εἶναι, ὃ τὴν ἐκείνου καθορᾷ μορφήν, οὗπερ αὐτὸ στοιχεῖόν ἐστιν· ἀλλὰ οὐδὲ γινώσκειν † αὐτόν, οὐδὲ μὴν τὴν τοῦ πλησίον αὐτοῦ ἕκαστον ἐκφώνησιν γινώσκειν, ἀλλὰ ὃ † αὐτὸς ἐκφωνεῖ, ὡς τὸ πᾶς ἐκφωνοῦντα τὸ ὅλον ἡγεῖσθαι ὀνομάζειν.

ἕκαστον γὰρ αὐτῶν μέρος ὂν τοῦ ὅλου τὸν ἴδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν καὶ μὴ παύσασθαι ἠχοῦντα, μέχρις ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἐσχάτου στοιχείου μονογλωσσήσαντα καταντήσαι.

τότε δὲ καὶ τὴν ἀποκατάστασιν τῶν ὅλων ἔφη γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ἓν γράμμα μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν ἠχήσῆ· ἧς ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ημῶν ὑπέθετο εἶναι. τοὺς δὲ φθόγγους ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον Αἰῶνα· καὶ εἶναι τούτους μορφάς, ἃς ὁ κύριος ἀγγέλους εἴρηκε, τὰς διηνεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ πατρός.

Τὰ δὲ ὀνόματα τῶν στοιχείων τὰ κοινὰ καὶ ῥητὰ Αἰῶνας καὶ λόγους καὶ ῥίζας καὶ σπέρματα καὶ πληρώματα καὶ καρποὺς ὠνόμασε, τὰ δὲ καθ’ ἕνα αὐτῶν καὶ ἑκάστου ἔδια ἐν τῷ ὀνόματι τῆς ἐκκλησίας ἐμπεριεχόμενα νοεῖσθαι ἔφη.

ὧν στοιχείων τοῦ <ἐσχάτου> στοιχείου τὸ ὕστερον γράμμα φωνὴν προήκατο τὴν αὐτοῦ· οὗ <ὁ> ἦχος ἐξελθὼν κατ’ εἰκόνα τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν· ἐξ ὧι τά τε ἐνταῦθα διακεκοσμῆσθαί φησι καὶ τὰ πρὸ τούτων γεγεννῆσθαι.

τὸ μέντοι γράμμα αὐτό, οὗ ὁ ἦχος ἦν συνεπακολουθῶν τῷ ἤχῳ κάτω, ὑπὸ τῆς συλλαβῆς τῆς ἑαυτοῦ [*](13 vgl. Matth. 18, 10 V M lat. Hipp.) [*](3 οὑπερ αὐτὸ] neque ipsum super lat. | αὐτὸ Hipp.] αὐτὸς VM ipsum lat. 4 ἀλλὰ — αὐτόν < Hipp. | † αὐτόν] eum lat.; alter Fehler für αὐτό * Hipp.] πολιορκεῖ V M πλεονεκτεῖν Epitome scire lat. | † αὐτὸς] ipse lat. αὐτὸς Hipp.; alter Fehler für αὐτὸ * | ὡς] ita lat. | ἐκφωνοῦντα V M Hipp.] quod lat.; ἐκφωνοῦντα ist als neutr. plur. zu verstehen, ebenso wie ἠχοῦντα Z. 7 6 ἡγεῖσθαι < lat. | ὀνομάζειν + αὐτὸν Hipp. | ὄντα Hipp. 7 ἠχ·οῦντα] sonantia vgl. Ζ. 5 8 ἐσχάτου Hipp.] ἑκάστου V Μ novissimi lat. | μονογλωσσήσαντα] singulariter enuntiata lat. 9 καὶ < Hipp. | γενέσθαι] futuram lat. 10 τὴν< Μ 11 ἧς] τῆς τε Hipp. | ἡπέθετο] tradidit Isit. 12 φθόγγους < 17f ἐμπεριεχόμενα νοεῖσθαι] contineri et intelligi lat. 18 ἔφη < Hipp. | > Hipp.] novisswii lat. | ὕστατον Hipp. 19 <ὁ> Hipp. 20 vor ἴδια καὶ ausradiert Vcorr 21 γεγεννῆσθαι *, vgl. S. 12,13] γεγενῆσθαι V M Hipp. generata lat. | αὐτὸ + τὸ ἦχος τῷ ἤχει V M (in den Text gedrungene Grammatikerbemerkung, ßt durch das ὁ ἦχος . . . τῷ ἤχῳ) 22 ἤχει V | κάτω Ausgg.] καὶ rcp V M ebenso Hipp, deoiswn lat.)

12
ἀνειλῆφθαι ἄνω λέγει, εἰς ἀναπλήρωσιν τοῦ ὕλου· μεμενηκέναι δὲ εἰς τὰ κάτω τὸν ἦχον, ὥσπερ ἔξω ῥιφέντα.

τὸ δὲ στοιχεῖον αὐτό, ἀφ᾿ οὗ τὸ γράμμα σὺν τῇ ἐκφωνήσει τῇ ἑαυτοῦ συγκατῆλθε κάτω, [5] γραμμάτων εἶναί φησι τριάκοντα καὶ ἓν ἕκαστον τῶν τριάκοντα γγαμμάτων ἐν ἑαυτῷ ἔχειν ἕτερα γράμματα, δι᾿ ὧν τὸ ὄνομα τοῦ γράμματος ὀνομάζεται·

καὶ αὖ πάλιν τὰ ἕτερα δι᾿ ἄλλων ὀνομάζεσθαι γραμμάτων καὶ τὰ ἄλλα δι᾿ ἄλλων, ὡς εἰς ἄπειρον ἐκπίπτειν τὸ πλῆθος τῶν γραμμάτων. οὕτω δ᾿ ἂν σαφέστερον μάθοις τὸ λεγόμενον·