Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὕτως καὶ οὗτος ἀπὸ πόματος τὸν θάνατον τοῖς παρ᾿ αὐτοῦ ἠπατημένοις ἐξεργάζεται, οὗπερ ἰοῦ ἐν δυνάμει θεοῦ ῥυσθέντες ἐπὶ τὰς ἑξῆς ἴωμεν.

Κολόρβασος τούτοις ἕπεται ἀπὸ τῆς τοῦ προειρημένου Μάρκου γοητείας τὸν ἔρανον ποιησάμενος, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ Πτολεμαίου ῥίζης σκολόπων δίκην ἀναφύσας· ἕτερα <δὲ> πάλιν τούτους ἐνοχλεῖν τῷ κόσμῳ κέντρων δίκην ἐπενόησε, δῆθεν μείζονα ἐμπειρίαν, ὡς ἄνωθεν ἥκων, μηχανώμενος.

καὶ τὰ μὲν πρῶτα σὺν τῷ Μάρκῳ ὑπάρχων ὁμοιογνώμονι αὐτῷ, δίκην δικεφάλου ὄφεως ὑπαρχούσης τῆς αὐτῶν αἱρέσεως, ὕστερον δὲ ὡς κεφαλὴ ἀπὸ σώματος ἑρπετοῦ τμηθεῖσα καὶ ἔτι ἐμπνέουσα πολλοὺς ἀφανίσας ἠδίκησεν, ὡς δῆθεν μεῖζόν τι καὶ ἐμπειρότερον παρὰ τοὺς σὺν αὐτῷ καὶ τοὺς πρώτους δεικνύς.

[*](V Μ von Z. 24 an Irenaeus adv. haer. I 12, 3; 1 111 Harvey (= lat.); vgl. auch TertuUian adv. Valent. 36. 39)[*](3 πλησιάσαν, σαν auf Rasur Vcorr 4 τὸν ὑποδόχον] τὸ vn. aus τὸν ὑπ. Vcorr τὸ ὑποδόχων M 5 εἰ auf Rasur Vcorr 7 προτρέποι VM 8 ἐρεθίζειν aus ἐρεθίζει Vcorr ἐρεθίζειν M 9 ὁ πληγείς auf Rasur, ὁσάκις am Zeilenende angeflickt Vcorr 10 * etwa <αἰσθόμενος ἐμπεσούσης) ὕδατος μετα〉 λαμβάνει * | πότῳ] τόπω V 11 <τι> * | angeflickt Vcorr 12 ἀπὸ *] ὑπὸ VM 14 Unterschrift κατὰ Μαρκωσίων V 15 Überschrift κατὰ Κολορβασίων Κολοβαρσίων V) πεντεκαιδεκάτη ἡ καὶ ݲ VM 16 Κολόρβασος, βα auf Rasur Vcorr 18 <δὲ> * 19 τούτοις M 20 φαντασίαν ἐμπειρίαν, ἐμπειρίαν getilgt Vcorr nur φαντασίαν M; vgl. Ζ. 24 23 ἀφανίσας, ανι auf Rasur V corr ἀφανήσας Μ 24 f vgl. qui autem prudentiores illorum putantur illoruni esse lat. 24 παρὰ τοὺς Corn.] παρὰ τῶν VM)
40

λέγει γὰρ τὴν πρώτην ὀγδοάδα οὐ καθ’ ὑπόβασιν ἄλλον ὑπὸ ἄλλου Αἰῶνα προβεβλῆσθαι, ἀλλ᾿ ὁμοῦ καὶ εἰς ἅπαξ τὴν τῶν ἓξ Αἰώνων προβολὴν ὑπὸ τοῦ Προπάτορος καὶ τῆς Ἐννοίας αὐτοῦ τετέχθαι, ὡς αὐτὸς μαιωσάμενος, διαβεβαιοῦται. καὶ οὐκέτι ἐκ Λόγου καὶ Ζωῆς Ἄνθρωπον καὶ Ἐκκλησίαν, ὡς οἱ ἄλλοι, ἀλλ᾿ ἐξ Ἀνθρώπου καὶ Ἐκκλησίας Λόγον καὶ Ζωήν φασι τετέχθαι αὐτὸς καὶ οἱ αὐτοῦ.

ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ τοῦτο λέγουσιν, ὅτι ὅτε ἐνενοήθη προβαλεῖν ὁ Προπάτωρ, τοῦτο Πατὴρ ἐκλήθη· ἐπειδὴ δὲ ὃ προεβάλετο ἀλήθεια ἦι, τοῦτο Ἀλήθεια ὠνομάσθη. ὅτε δὲ ἠθέλησεν ἑαυτὸν επιδεῖξαι, τοῦτο Ἄνθρωπος ἐλέχθη. οὓς δὲ προελογίσατο ὅτε προέβαλεν, τοῦτο Ἐκκλησία ὠνομάσθη· † καὶ ὁ Ἄνθρωπος τὸν Λόγον· οὗτός ἐστιν ὁ πρωτότοκος υἱός. ἐπακολουθεῖ δὲ τῷ Λόγῳ καὶ ἡ Ζωή. καὶ οὕτως πρώτη ὀγδοὰς συνετελέσθη.