Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πρὸς τὸ μὴ πλησιάσαι μιᾷ τῶν προειρημένων αἱρέσεων ἢ τῶν μετέπειτα, ἀλλὰ ἀναγνόντας τὰ γεγραμμένα παρ᾿ αὐτοῖς καὶ γνόντας τὰ ᾀδόμενα καὶ καταγνόντας τῆς ἑκάστης αὐτῶν πλάνης τε καὶ ἑρπετώδους μοχθηρίας ἀποφεύγειν τε καὶ ὡς εἶπον μὴ πλησιάζειν.

διψάδα γάρ τινα ἔχιδνάν φασιν οἱ ἱστορήσαντες, ἣ οὕτως ἔοικεν λύμην τοιάνδε ἐμποιεῖν· ἐν τόποις γάρ τισιν, ὅπου πύελοι ἐν ταῖς πέτραις ἢ λιβάδες εἰσὶ μικραὶ ἀπὸ πετρῶν χεόμεναι εἰς ὑποδοχήν τινα, [*](V M —16 Joh. Cyparissiota VIII 10; Migne 152, 920) [*](1 ὅτι] Dind. ἅτε Öh. 2 συνετάξαμεν hinter παρεθήκαμεν getilgt Vcorr | δὲ *] γὰρ auf Rasur Vcorr γὰρ M 4 vor πιστεύομεν + >? * | πάντῃ ὡς Job. Cyp. 6 τε < M 8 <τοῦ κυρίου> * 9 θεὸν am Rande Vcorr 12 τούτων δὲ *j οὕτως τε V M 16 κατὰ πλάτος Oporinus] κατὰ πλά- τους V M 17 ἀντιθέσει *] ὑποθέσει V M 25 οὐχὶ, ὶ angeflickt Vcorr 30 ουτος aus οὕτως Vcorr ουτος M)

39
ἡ αὐτὴ διψὰς ὕδωρ εὑρίσκουσα καὶ πιοῦσα τὸν ἰὸν ἐμβάλλει μετὰ τὸ πιεῖν εἰς τὰς προειρημένας στάσεις στάσεις τῶν ὑδάτων, ὥστε πᾶν ζῷον πλησιάσαν καὶ ποτοῦ κορεσθὲν δοκεῖν μὲν ὠφελεῖσθαι ἐκ τοῦ μεταλαβεῖν, εὐθὺς δὲ παρὰ τὸν ὑποδόχον τῶν ὑδάτων ἐκ τοῦ ἰοῦ τῆς διψάδος ὑποδεξάμενον καταπίπτειν καὶ θνῄσκειν.

ἀλλὰ καὶ εἴ τινα πλήξειεν ἡ αὐτὴ διψάς, ἀπὸ τοῦ περισσοτέρως ἐν αὐτῇ καυστικοῦ ἰοῦ ἐπὶ ὄρεξιν δίψης καὶ πόματος προτρέπει τὸ πάθος τῆς ἀλγηδόνος προσφέρεσθαί τε ἀεὶ καὶ πίνειν ἐρεθίζει.

νομίζει δέ τι ὠφελεῖσθαι πρὸς τὴν λύμην ὁ πληγείς, ὁσάκις τῆς τοιαύτης θανατηφόρου ἀλγηδόνος * λαμβάνει, ἀλλὰ ἐν αὐτῷ τῷ πότῳ πληρωθείσης τῆς γαστρὸς καὶ μηκέτι > ὑποδεχομένης ὕστερον σὺν τῷ πόματι τὸ πνεῦμα ἀφίησιν.

οὕτως καὶ οὗτος ἀπὸ πόματος τὸν θάνατον τοῖς παρ᾿ αὐτοῦ ἠπατημένοις ἐξεργάζεται, οὗπερ ἰοῦ ἐν δυνάμει θεοῦ ῥυσθέντες ἐπὶ τὰς ἑξῆς ἴωμεν.

Κολόρβασος τούτοις ἕπεται ἀπὸ τῆς τοῦ προειρημένου Μάρκου γοητείας τὸν ἔρανον ποιησάμενος, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ Πτολεμαίου ῥίζης σκολόπων δίκην ἀναφύσας· ἕτερα <δὲ> πάλιν τούτους ἐνοχλεῖν τῷ κόσμῳ κέντρων δίκην ἐπενόησε, δῆθεν μείζονα ἐμπειρίαν, ὡς ἄνωθεν ἥκων, μηχανώμενος.

καὶ τὰ μὲν πρῶτα σὺν τῷ Μάρκῳ ὑπάρχων ὁμοιογνώμονι αὐτῷ, δίκην δικεφάλου ὄφεως ὑπαρχούσης τῆς αὐτῶν αἱρέσεως, ὕστερον δὲ ὡς κεφαλὴ ἀπὸ σώματος ἑρπετοῦ τμηθεῖσα καὶ ἔτι ἐμπνέουσα πολλοὺς ἀφανίσας ἠδίκησεν, ὡς δῆθεν μεῖζόν τι καὶ ἐμπειρότερον παρὰ τοὺς σὺν αὐτῷ καὶ τοὺς πρώτους δεικνύς.

[*](V Μ von Z. 24 an Irenaeus adv. haer. I 12, 3; 1 111 Harvey (= lat.); vgl. auch TertuUian adv. Valent. 36. 39)[*](3 πλησιάσαν, σαν auf Rasur Vcorr 4 τὸν ὑποδόχον] τὸ vn. aus τὸν ὑπ. Vcorr τὸ ὑποδόχων M 5 εἰ auf Rasur Vcorr 7 προτρέποι VM 8 ἐρεθίζειν aus ἐρεθίζει Vcorr ἐρεθίζειν M 9 ὁ πληγείς auf Rasur, ὁσάκις am Zeilenende angeflickt Vcorr 10 * etwa <αἰσθόμενος ἐμπεσούσης) ὕδατος μετα〉 λαμβάνει * | πότῳ] τόπω V 11 <τι> * | angeflickt Vcorr 12 ἀπὸ *] ὑπὸ VM 14 Unterschrift κατὰ Μαρκωσίων V 15 Überschrift κατὰ Κολορβασίων Κολοβαρσίων V) πεντεκαιδεκάτη ἡ καὶ ݲ VM 16 Κολόρβασος, βα auf Rasur Vcorr 18 <δὲ> * 19 τούτοις M 20 φαντασίαν ἐμπειρίαν, ἐμπειρίαν getilgt Vcorr nur φαντασίαν M; vgl. Ζ. 24 23 ἀφανίσας, ανι auf Rasur V corr ἀφανήσας Μ 24 f vgl. qui autem prudentiores illorum putantur illoruni esse lat. 24 παρὰ τοὺς Corn.] παρὰ τῶν VM)
40

λέγει γὰρ τὴν πρώτην ὀγδοάδα οὐ καθ’ ὑπόβασιν ἄλλον ὑπὸ ἄλλου Αἰῶνα προβεβλῆσθαι, ἀλλ᾿ ὁμοῦ καὶ εἰς ἅπαξ τὴν τῶν ἓξ Αἰώνων προβολὴν ὑπὸ τοῦ Προπάτορος καὶ τῆς Ἐννοίας αὐτοῦ τετέχθαι, ὡς αὐτὸς μαιωσάμενος, διαβεβαιοῦται. καὶ οὐκέτι ἐκ Λόγου καὶ Ζωῆς Ἄνθρωπον καὶ Ἐκκλησίαν, ὡς οἱ ἄλλοι, ἀλλ᾿ ἐξ Ἀνθρώπου καὶ Ἐκκλησίας Λόγον καὶ Ζωήν φασι τετέχθαι αὐτὸς καὶ οἱ αὐτοῦ.

ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ τοῦτο λέγουσιν, ὅτι ὅτε ἐνενοήθη προβαλεῖν ὁ Προπάτωρ, τοῦτο Πατὴρ ἐκλήθη· ἐπειδὴ δὲ ὃ προεβάλετο ἀλήθεια ἦι, τοῦτο Ἀλήθεια ὠνομάσθη. ὅτε δὲ ἠθέλησεν ἑαυτὸν επιδεῖξαι, τοῦτο Ἄνθρωπος ἐλέχθη. οὓς δὲ προελογίσατο ὅτε προέβαλεν, τοῦτο Ἐκκλησία ὠνομάσθη· † καὶ ὁ Ἄνθρωπος τὸν Λόγον· οὗτός ἐστιν ὁ πρωτότοκος υἱός. ἐπακολουθεῖ δὲ τῷ Λόγῳ καὶ ἡ Ζωή. καὶ οὕτως πρώτη ὀγδοὰς συνετελέσθη.

πολλὴ δὲ μάχη παρ᾿ αὐτοῖς καὶ περὶ τοῦ Σωτῆρος. οἱ μὲν γὰρ αὐτὸν ἐκ πάντων γεγονέναι λέγουσι, διὸ καὶ εὐδοκητὸν καλεῖσθαι, ὅτι πᾶν τὸ πλήρωμα ηὐδόκησεν δι᾿ αὐτοῦ δοξάσαι τὸν Πατέρα· οἶ δὲ ἐκ μόνων τῶν δέκα αἰώνων τῶν ἀπὸ Λόγου καὶ Ζωῆς προβεβλημένων αὐτὸν λέγουσι], καὶ διὰ τοῦτο Λόγον καὶ Ζωὴν αὐτὸν x003E;, τὰ προγονικὰ ὀνόματα τὰ] διασῴζοντα·

οἱ δὲ ἐκ τῶν δώδεκα Αἰώνων τῶν ἐκ τοῦ Ἀνθρώπου καὶ Ἐκκλησίας γενομένων, καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου > ὁμολογεῖν, ὡσανεἰ ἀπόγονον Ἀνθρώπου· οἱ δὲ ὑπὸ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος > εἰς στήριγμα τοῦ πληρώματος > [*](V M lat. Tert.) [*](2 ἴξ < lat. 3f τετέχθαι ὡς αὐτὸς μαιωσάμενος διαβεβαιοῦται] cinn ipsi obstefricasse sc affirmant lat. 5 ὡς οἱ ἄλλοι, ἀλλ᾿ ἐξ Ἀνθρώπου καὶ Εκκλησίας Ausgg.] καὶ ἐξ Ἀνθρώπου ὡς οἱ ἄλλοι καὶ Ἐκκλησίας VM srd ex Anthropo et Ecclesia < ὡς οἱ ἄλλοι) lat. 6 αὐτὸς καὶ οἱ αὐτοῦ < lat. καὶ καὶ < V) ἑτέρῳ τρόπῳ τοῦτο λέγουσιν] in hunc modum dlcentes lat. 7 vgl. Ζ. 9] ὅπερ VM qiiando lat. cum Tert. | vor προβαλεῖν + aliquid lat. < 8 ὃ] quae lat. | ἀλήθεια] vera lat. vero Tert.; lies ἀληθείᾳ?* 9 δὲ1*] οὖν VM auteni lat. < Tert. | ἑαυτὸν Ausgg.] αὐτὸν VM scmcfipsum lat. Tert. 10 τοῦτο] tunc Tert. | † καὶ] locutus est lat. sonuit Tert.; lies etwa <προΐεται> | ὁ < 12 καὶ1 < lat. 14 γεγονέναι] generatum lat. | καὶ < lat. 15 δι’ τὸ πατέρα] durchgestrichen Vcorr < M 16 τῶν) τὸν M | προβεβλῆσθαι VM qui sunt . . emissi lat. quos . . protulerunt Tert. | αὐτὸν λέγουσι]* < lat. 17 καὶ διὰ τοῦτο λόγον καὶ ζωὴν αὐτὸν > Ausgg.] et ’optcr Logon et Zoen diel ewu lat. 18 τὰ] Ausgg. 19 Ἐκκλησίας Ausgg.] Ζωῆς V M Ecclesia lat. Tert. | <ἐαυτὸν> Ausgg.] se lat. 20 ὁμολογεῖν*] ὁμολογεῖ lat. 21 <τῶν> . . . <προβεβλημένων> Ausgg.] iis qui . . . emissi sunt lat. provisis Tert.)

41
γεγονέναι λέγουσιν αὐτόν, καὶ διὰ τοῦτο Χριστὸν λέγεσθαι αὐτόν, τὴν τοῦ Πατρὸς ἀφ’ οὗ προεβλήθη διασῴζοντα προσηγορίαν.

ἄλλοι δέ, ὡς εἰπεῖν, τονὲς ἐξ αὐτῶν ῥαψῳδοί, τὸν Προπάτορα τῶν ὅλων καὶ Προαρχὴν καὶ Προανεννόητον Ἄνθρωπον λέγουσι καλεῖσθαι. καὶ τοῦτ᾿ εἶναι τὸ μέγα καὶ ἀπόκρυφον μοστήριον, ὅτι ἡ ὕπὲρ τὰ ὅλα δύναμις καὶ ἐμπεριεκτικὴ τῶν πάωτων Ἄνθρωπος καλεῖται· καὶ διὰ τοῦτο υἱὸν Ἀνθρώπου ἑαυτὸν λέγειν τὸν σωτῆρα.